Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 7: To the Empress Irene

Ζ΄. — Εἰρήνῃ Βασιλίσσῃ.

Φωνὴ, φησὶν, ἐν Ῥαμᾷ ἠκούσθη, ὁ θεοπτικώτατος Ἰερεμίας· θρῆνος καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ τότε κλαίουσα τὰ τέκνα αὐτῆς. Τὰ δὲ παρόντα οἷα καὶ ἡλίκα; Πόθεν που χθὲς, δέσποινα ἡμῶν πανάγαθε, ἀναφανέντες ἄγγελοι τοῦ ἱεροῦ σου παλατίου, καὶ ἀκουτίσαντες ἡμῖν πάσας τὰς γεγενημένας σου τῶν ἔργων ἄρτι αἰνέσεις; Ἤχησαν ἡμῶν ἀμφότερα ὡς ἀληθῶς τὰ ὦτα. Τί τοιγαροῦν; ὅτι ἤρας συσσεισμὸν ἐν τοῖς πέρασι τηλικαύτης εὐσεβείας· καὶ ἰδοὺ ἥκουσί σοι κυκλοτέρωθεν, ὡς νεφέλαι πετόμεναι, λιταὶ παμπληθεῖς, γεραίρουσαι τὸν Θεὸν ὑπὲρ τῶν αἰσίων σου καταπράξεων. Φράζε ἡμῖν, ὦ δέσποινα, τίς ὁ ἐπιβιβάσας σου τὸν καθαρώτατον νοῦν ἐπὶ τὰ ὕψη τῶν νοημάτων τῆς ἀληθείας· ὥστε ὡς ἀπὸ σκοπιᾶς τινος ὑψηλῆς μετεώρου καταθρῆσαι τὰ τοιαῦτα ἀρεστὰ Θεῷ καὶ ὅσια; Δίδαξον ὅθεν σοι ὁ τῆς εὐσεβείας τοσοῦτος ἔρως ἐνέσκηψε· καλῶς ἀπληστεύεσθαι τὰ θεάρεστα, καὶ εἰς ὑπὲρ ἐλάται φειδοῦς τῆς ὑπὲρ τῶν Χριστιανῶν ψυχικῆς τε καὶ σωματικῆς πολυωφελοῦς προμηθείας. Ἢ ἐπειδὴ πολὺ τὰ θεῖα φρονοῦσα, καὶ ἱμειρομένη μητρικῶς, οὐκ ἀρκετὸν ἡγήσω τὸ μόνον τὸν λαόν σου τῇ ἄνωθεν ἐπικουρίᾳ, ὡς ἐξ Αἰγυπτιακῆς τινος δουλείας, τῆς δυσσεβοῦς, φημὶ, πίστεως, λυτρώσασθαι· εἰ μὴ, μετὰ τῶν προλαβόντων πολυτρόπως ἐκλαμψάντων σοι δίκην ἀστέρων ἀγαθουργημάτων, καὶ τὴν παροῦσαν, ὡς κολοφῶνά τινα τῶν ἀρετῶν, ἐπιπροσθήσασθαι χάριν; Ἅγιος, ἅγιος, ἅγιος. Εὐφράνθη ὁ οὐρανὸς ἄνωθεν, μετὰ τοῦ ἱεροφωνοτάτου Ἡσαΐου ἐπιβοήσομεν, εἰ καὶ τολμηρὸν, ὅτι ἐλέησεν ὁ Θεὸς διὰ σοῦ τὸν λαὸν αὐτοῦ. Ἐπλήσθη γοῦν ἡ σύμπασά σου βασιλεία χαρᾶς καὶ ἀγαλλιάσεως· ὅτι ἀφήρηται ὁ ἄνομος ζυγὸς ὁ ἐπ᾽ αὐτὴν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῆς τοιαύτης ἐπικρατήσεως. Τίς ἤκουσε τοιαῦτα; δεῦρο, εἴπατε, ἄνδρες. Καὶ τίς ἑώρακεν ἐπ᾽ ἄλλης βασιλείας τοιοῦτον καὶ τοσοῦτον κατόρθωμα; Ἐπαινέσατε αὐτὴν, πάντες οἱ λαοί· μεγαλύνατε αὐτὴν σὺν ἡμῖν, ἄρχοντές τε καὶ ἀρχόμενοι, ἱερεῖς τε καὶ μονασταὶ, καὶ πᾶν τὸ Χριστιανικὸν φῦλον. Οὐδὲ γὰρ, ὅτι τῶν τοσούτων τοῦ χρυσίου ταλάντων ἡ ἄφεσις γέγονε, θαυμαστὸν μόνον, καίπερ ὃν ἀνυπέρβλητον· ἀλλ᾽ ὅτι καὶ πόρος ἀδικίας πολυπλάσιος ἐν τῇ τοιαύτῃ ὑποθέσει συνεξεκόπη, ὁσιώτατον. Ἤρθη ἐκ μέσου στραγγαλιὰ βιαίων καὶ ψυχοφθόρων ἀπαιτημάτων, λαθοῦσα τοὺς πρὸ σοῦ ἅπαντας, καίπερ τινὰς εὐσεβῶς βεβασιλευκότας. Τοῦτο γάρ σοι ἀπέκειτο. Πέπαυται ἐφομοσία, πολυορκία, μᾶλλον δὲ ψευδορκία ἐπί τε τῶν ἀπαιτούντων καὶ ἀπαιτουμένων· ἀμφοτέρων ἐντεῦθεν ὡς τὸ συμβὰν ἀπολλυμένων, τοῦ μὲν ὅ τι ἀποκρύψειε πειρωμένου, τοῦ δὲ, ὅ τι ὑπερπιάσειε καταπολιορκοῦντος. Πέπαυται ἔκθλιψις στενοχωρουμένων, καὶ πενομένων φροντιστήρια, οὐχ ὅπως τῆς πτωχείας φάρμακον ἀλεξιτήριον ἐξευρεθείη ζητούντων· ἧττον γὰρ ἦν ἂν τὸ λυπηρόν· ἀλλ᾽ ἵνα τὸ ἀσύνθετον, καὶ ἄνωθέν πως ὡς ἁμαρτίας γέννημα ἐπεισφρῆσαν, ἀποτίσωνται τοῖς πράκτορσιν. Οὐκέτι αἱ ὁδοὶ τελωνοῦνται, ὅσαι κατὰ γῆν, ὅσαι κατὰ θάλασσαν. Ἀντίφθογγα ταῦτα τῶν ὑπὸ τοῦ μεγάλου καὶ ἱεροῦ Χρυσοστόμου εἰρημένων. Οὐκέτι ἠπειρῶται ἐξαργυρίζονται ἄδικα κατὰ τοὺς στενωποὺς ἐκ τῶν ἐπικαθημένων ὡσανεὶ ἁγρίου τινὸς δαίμονος, ἢ ἀτιθάσσου θηρὸς, ἀπογευομένου πάντως ἐκ τῆς τοῦ πενομένου ὁδίτου ἐπιφορτώσεως. Οὐδ᾽ αὖ δέει τῶν τοιούτων αἰσχρῶν λημμάτων οἴκοι μένουσιν οἱ ἀπορούμενοι, μήτε τὰ ἐν ἄστει, μήτε τοὺς παραθαλασσίους τόπους καταλαμβάνοντες· πανταχοῦ γὰρ οἱ τῆς ἀδικίας σκόπελοι προεστήκασιν. Οὐκέτι οἱ πλωτῆρες ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ ἐξορμώμενοι καὶ καταπλέοντες ὑποπνίγονται, ὡς ἂν ἐκ λαιμοῦ τοῖς στενοῖς στομίοις τὸ τελωνούμενον ἀποδώσοντες. Ἀφείθησαν οἱ τὴν ἀγρευτικὴν μέθοδον μετερχόμενοι, κούφως ταύτην διαλαμβάνοντες, Εἰρήνη ἱερόψυχε. Ὁ ἁλιεὺς τυχὸν τρεῖς ἰχθύας ἀνελκύσας, καὶ τοῦτο πάντως πολλὰ κεκοπιακὼς δι᾽ ὅλης ἡμέρας, τὸν ἕνα οὐκ ἀποτίννυσιν. Ὁ τοξότης ἢ ὁ ἰξευτὴς οὔσπερ ἐθήρευσεν ὀλίγους τάχα ὄρνεις, ἐξ ὧν αὐτῷ ἡ ἀναγκαία τροφὴ, ἀλογοθέτητος διαμένων εὐζωήσειεν. Αἱ στρατιώτιδες τὸ οἰκεῖον πένθος ἔχουσαι τῆς ἀνδρικῆς ἀποβολῆς, οὐκ ἐπιθρηνήσουσι πικρῶς τὴν ὑπὲρ τοῦ θανέντος ἐλεεινὴν καὶ ἀπάνθρωπον ἐξαπαίτησιν. Καὶ πάρειμι τοὺς συβότας, τοὺς προβατεμπόρους, τοὺς οἰνοπράτας. Ἐῶ λέγειν τοὺς κρεωπώλας, τοὺς ἰστουργοῦντας, τοὺς χαλκοτύπους, τοὺς σκυτοτόμους, τοὺς δευσοποιοὺς, ἀρωματοπράτας τε καὶ ἀρχιτέκτονας· καὶ συλλήβδην εἰπεῖν ἅπασαν μέθοδον, ὅση κατὰ χρυσουργίαν, ὅση κατὰ ξυλουργίαν, ὅση κατὰ πᾶσαν ἄλλην ὕλην ἐπιθεωρεῖται· ἵνα μὴ μακρὸν ἀποτείνοιμι λόγον· ἐν τῇ τοιαύτῃ κατακερμασίᾳ. ὦ πανάγαθε δέσποινα, ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν ἅπαντες, καὶ ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, ἐκεῖνα εἰρηκότες· Εὐλογήσω σε, Κύριε, ὅτι ἠλέησάς με, καὶ ἐγένου μοι εἰς σωτηρίαν.

Διὸ πεποιθὼς ἔσομαι ἐπὶ τῇ θεοσδότῳ σου βασιλείᾳ. Ταῦτα πάντα αἰνέσεως πλήρη καὶ ἐξυμνήσεως, Εἰρήνη φίλη Χριστοῦ, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα. Ταῦτα οὐ μόνον ἐν τῇ ἐπικρατείᾳ τῆς βασιλείας σου, ἀλλὰ καὶ μέχρι τερμάτων τῆς οἰκουμένης διαδοθήσονται, καὶ ἀκούσονται ἡμᾶς ἀλλοεθνεῖς, καὶ θαυμάσονται, καὶ πτοηθήσονται ἀπὸ τῆς εὐπραξίας τῶν σοφῶν σου ἐπιτηδευμάτων. Αἰδοῦνται γὰρ, φησὶν, ἀνδρῶν ἀρετὴν καὶ πολέμιοι, ὁ τῶν θεολόγων διαπρύσιος. Οὕτω φυλάττεταί σου ἀῤῥαγὲς τὸ βασίλειον· οὕτως εἴκει καὶ πείθεταί σοι ἀσμένως τὸ ὑπήκοον. Ταύτῃ θεραπεύεις τὸ Θεῖον· ταύτῃ ἐπευφραίνεις τοὺς ἐκλεκτοὺς Θεοῦ ἀγγέλους, ἀλλ᾽ οὖν καὶ τοὺς ὁσίως καὶ δικαίως πολιτευομένους, Εἰρήνη θεώνυμε. Ἐν τούτοις ἡ εὐσέβειά σου διαλάμπει. Ἐν τούτοις πᾶν στόμα καὶ πᾶσα γλῶσσα πρὸς αἴνεσίν σου ἐξανοίγεται. Αὕτη ὡς ἀληθῶς ἡ δόξα τῆς Ἐκκλησίας· αὔτη ἡ σφραγὶς τῆς περιποιηθείσης σοι πατρικῆς καὶ θεοπνεύστου τῶν Χριστιανῶν ὀρθοδοξίας, ἔκδικε τοῦ Θεοῦ, καὶ τῆς ἀληθείας ὑπέρμαχε. Τηλικαῦταί σου αἱ τῶν ἀρετῶν ἐπιδόσεις, ὡς μεγάλοι καὶ ἀξιέπαινοι οἱ μισθοί σου· ὡς πολύ σου καὶ ὑπερβάλλον τὸ ἀνταπόδομα παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Μέγα μὲν γὰρ καὶ τὸ ἕνα σώζειν. Πῶς γὰρ οὔ; ἐπεὶ, ὥς φησιν ἡ θεία Γραφὴ, Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται· τὸ δὲ τοσαύτας ψυχὰς καὶ τὸ πᾶν τοῦ λαοῦ, πῶς οὐ μέγα καὶ σεβάσμιον, καὶ τῆς ἄνωθεν μεγαλοδωρεᾶς ὄντως ἐπάξιον; Σὺ οὖν τὸ μέγα ὄντως καὶ πραγματικὸν ὄνομα, μετὰ τοῦ παντὸς καλοῦ εἰσελήλυθας εἰς τὰ βασίλεια· καὶ σὺ τὰ ἐγκαταλείμματα τῆς δικαιοσύνης ἐάσειας διαιωνίζοντα.

· Contents ·