Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 10: To Naucratius, His Son
Ι΄. — Ναυκρατίῳ τέκνῳ.
Πονηρὰ ἡ ἀγγελία τῶν γραμμάτων σου, ὦ τέκνον· ἥτις καθαψαμένη μου τῆς ταπεινῆς ψυχῆς τῷ ὄντι ὠδύνησε, καὶ δάκρυον προσεκαλέσατο καρδιακόν· μικροῦ δεῖν, ἀῦπνόν μοι τὴν νύκτα καθ᾽ ἣν ἐδεξάμην ἐπὶ χεῖρας τὴν ἐπιστολὴν ἐμποιήσασα. Τοῦτο μὲν ἐπὶ πάντων τῶν συμπεπτωκότων· ἐξαιρέτως δὲ εἰς τὸν τῆς Φλουβουτῆς. Ὅτι οἱ μὲν τοῖς προλαβοῦσιν ὅμοια καὶ τανῦν ἔπραξαν· ὁ δὲ τῶν δοκούντων ἑστάναι ἀσφαλῶς ἐγνωρίζετο. Ἐθαύμαζον οὖν, ἔτι ἑστηκότων αὐτῶν, ὅτι μὴ ὁμολογήσαντες τὴν προτέραν ἐπὶ μοιχείᾳ καὶ μοιχοζευξίᾳ ἧτταν αὐτῶν, ἀντεποιοῦντο ἐπὶ τῇ προκειμένῃ ὑποθέσει· καὶ τάχα ὑπενόουν ἰδίᾳ καὶ καθ᾽ ἑαυτοὺς τὴν μεταμέλειαν ἐσχηκέναι· καὶ ἔχαιρον ὁ ταπεινὸς ἐπὶ τῇ ὀρθοποδήσει αὐτῶν. Ἀλλ᾽ ὡς ἔοικεν, ἐν σαθροῖς τὴν οἰκίαν αὐτῶν οἰκοδομήσαντες, τῷ λαίλαπι τῆς προσπεσούσης αἰρέσεως, πεπτώκασι πτῶσιν τὴν χαλεπωτάτην· πάλιν οἰκονομίαν λέγοντες τὴν ἀθέτησιν τῆς ἀληθείας. Οἱ αὐτοὶ καὶ πρότερον σκάνδαλον γεγόνασι τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· καὶ νῦν τὸ αὐτὸ δι᾽ ὧν ἔπραξαν πάντας προσκαλούμενοι εἰς ἀπώλειαν. Καίγε ἕτοιμοι οἱ πλεῖστοι πρὸς τὴν τοῦ κακοῦ μετουσίαν ἐν ταῖς ἀνάγκαις ζητοῦντες ἐξευρεῖν τινα πρόφασιν· δι᾽ ἧς ἄθλιπτος καὶ ἀταλαίπωρος αὐτοῖς ὁ ὑπὲρ εὐσεβείας ἀγὼν ὑπαχθείη· ἐκοινώνησαν ἐπὶ τῇ ἀρνήσει Χριστοῦ, τῆς θεοτόκου, τῶν πάντων ἁγίων. Τοῦτο γὰρ ἡ τῆς εἰκόνος οὐτινοσοῦν ἄρνησις. Φεῦ τῆς συμφορᾶς! φεῦ τῆς ἀπάτης! οἴμοι! πῶς ἐναρξάμενοι καλῶς, ἐστράφησαν εἰς τὰ ὀπίσω; οἴμοι! πόσοις ἔσονται καταστροφή· ὁμοταγέσι καὶ ὑπερέχουσι· λαϊκοῖς τε καὶ κληρικοῖς καὶ μονασταῖς; Ἀλλ᾽ ἡ ἀρχαία πληγὴ, τὸ ἐγκόλπιον κακόν. Ἰωσὴφ ὁ πάλαι εἰκότως κληθεὶς Μοιχοζεύκτης, νυνὶ δὲ Χριστεμπαίκτης· αὐτὸς ὀδηγὸς τοῖς τῆς ἀρχαίας κουστωδίας. Τί πρὸς ταῦτα; ἐκλυθησόμεθα; καταπεσούμεθα; ἀποκαμούμεθα πρὸς τὴν Χριστοῦ ὁμολογίαν ὁμοῦ καὶ ἔνστασιν; μηδαμῶς, ὦ ἀδελφοὶ, μηδαμῶς. Εἰ γὰρ, ἀσεβῶν καταπιπτόντων, οἱ δίκαιοι ἔμφοβοι ἔσονται· ἀλλ᾽ οὖν τῷ τοῦ πέλας πτώματι ἀσφάλεια τῷ ἐστηκότι μεγίστη. Στῶμεν οὖν ἐν Κυρίῳ βεβαιότερον, μᾶλλον παρακαλῶ· μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων. Μὴ γὰρ ἕνεκεν τῶν ὑποσκελισθέντων ἡ ὁμολογία ἡμῶν; ἢ τῇ τούτων στάσει ἐπερειδόμενοι ἐστερεούμεθα, ἵνα καὶ τῇ σκελίσει αὐτῶν κατασεισθῶμεν; μὴ γένοιτο! οὔτε τούτων, οὔτε ἄλλων· Χριστὸς ἡμῶν ὁ θεμέλιος, ἐν ᾧ στήκομεν· ἐν ᾧ καυχώμεθα· σὺν τῷ Παύλῳ λέγοντες· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καὶ γὰρ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Οὕτως ὁ μὴ παρατεταγμένος οὐκ ἀγωνιεῖται ὑπὲρ Χριστοῦ, οὐδὲ δύναται Χριστιανὸς εἶναι.
Οὐκ εἰκῆ οἱ ἀγῶνες τῶν μαρτύρων, τὰ ἄθλα, αἱ βάσανοι; μὴ γὰρ οὐχ ὁμόσαρκοι ἡμῶν; μὴ οὐκ ἐπόνουν τοσαύταις τιμωρίαις ὑποβαλλόμενοι; μὴ οὐκ ἐξηποροῦντο καὶ τοῦ ζῇν, ὥς φησιν ὁ Ἀπόστολος; ἀλλὰ τῷ φόβῳ τῶν αἰωνίων κολάσεων, καὶ τῷ πόθῳ τῶν οὐρανίων ἀμοιβῶν, εἴλοντο μᾶλλον, ὡς ἔμφρονες, τὸν τῆς σαρκὸς θάνατον, ὑπὲρ τὸν αἰώνιον ἤνεγκαν. Οὐκ ἐπτοήθησαν· οὐ κατεπλάγησαν. Καὶ ὡς παρόντα τὰ μέλλοντα φανταζόμενοι, χαρᾷ ἐχώρουν πρὸς τὰς βασάνους· δωρεᾶς ἡγοῦντο τὰς πολυπαθείας. Ἡμῖν γὰρ ἐχαρίσθη ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Καὶ αὖθις ἑτέρωθι· Ἐν γὰρ πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν. Οὕτως ἔχαιρον, οὕτως ἠγάλλοντο ὑπὲρ Χριστοῦ πάσχοντες πάντες οἱ ἅγιοι. Γευσώμεθα καὶ ἡμεῖς, ἀγαπητοὶ, τῆς ἀγάπης Χριστοῦ· περιπατήσωμεν ἐν ἴχνεσιν ἁγίων· ῥήξωμεν τὰς προσπαθείας τοῦ αἰῶνος τούτου. Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν· ἡ ἄνω Ἱερουσαλὴμ πατρὶς καὶ πόλις ἡμῶν· ὦ ἄνδρες δυνατοὶ ἐν Πνεύματι, ὦ τέκνα Θεοῦ· οὐ γὰρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ! Μὴ ὀκλάσωμεν, κἂν πάντες τραποῖεν· ὅπερ μὴ γένοιτο. Ἀλλ᾽ ἡμεῖς ὡς πάλαι ὑπὸ Θεοῦ δυναμωθέντες, καὶ τὰ νῦν μονομαχήσωμεν. Μεθ᾽ ἡμῶν ὁ Θεός· πάντες οἱ ἀπ᾽ αἰῶνος ἅγιοι· μεθ᾽ ἡμῶν Ἀνατολὴ καὶ Δύσις· μικρὰ μερὶς ἡ ἀποῤῥήξασα ἑαυτὴν ἀπὸ τῆς ὑπ᾽ οὐρανὸν Ἐκκλησίας· καὶ τοῦτο διὰ φόβον· διὰ τὰ πρόσκαιρα· διὰ τὴν σάρκα· ἣν, μικρὸν ὕστερον παραδώσομεν τῷ αἰωνίῳ πυρὶ σὺν τῇ ψυχῇ, εἰ μὴ ἀντισχώμεθα τῆς ἀληθείας. Ἔστω, καὶ πειρασθῶμεν· καὶ μαστιχθῶμεν· καὶ τοῦτο πολλάκις· τέλος, καὶ ἀποθάνωμεν. Εἶτα οὐκ ἔστι χαρὰ ἀνεκλάλητος ἐπιτυχεῖν ἡμᾶς βασιλείας οὐρανῶν· κἀντεῦθεν ἀπενέγκασθαι κλέος ἀθάνατον· ἢ τοὐναντίον φυγόντας τὰ προειρημένα, κἀντεῦθεν κωμῳδηθῆναι μέχρι τέλους· καὶ αἰσχύνην ὑποῖσαι ἀτελεύτητον; Ναὶ, δέομαι, τεκνία μου, οὖς ἐγέννησα ἐν Κυρίῳ· οὖς ηὔξησε Χριστὸς ἐν πόνοις καὶ κόποις οὐ μόνον ἀσκητικοῖς, ἀλλὰ γὰρ καὶ ἀθλητικοῖς. Πληρώσατέ μου τὴν χαράν· ἵνα τὸ αὐτὸ φρονῆτε· τὴν αὐτὴν ἀγάπην ἔχοντες· σύμψυχοι· τὸ ἓν φρονοῦντες· μηδὲν κατ᾽ ἐρίθειαν ἢ κενοδοξίαν· ἀλλὰ τῇ ταπεινοφροσύνῃ· ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Ἀποστολικὰ τὰ παραγγέλματα· κἂν παρ᾽ ἐμοῦ τοῦ ταλαιπώρου ὑπομιμνησκόμενα. Προσεύχεσθε καὶ περὶ ἐμοῦ, παρακαλῶ· ἵνα μοι δοθῇ ἰσχὺς, κράτος, λόγος δι᾽ ὑμᾶς· κἂν ἐγὼ ἀνάξιος θείας χάριτος· ὅπως ὁμοθυμαδὸν ἐν ἑνὶ πνεύματι δοξασθῇ ὁ Θεὸς ἐν τῷ σώματι καὶ ἐν τῷ πνεύματι ἡμῶν. Στεῖλον εἰς τὸν ἀρχιεπίσκοπον τὸν καλὸν Διονύσιον. Προσαγόρευσον τὸν ἀββᾶν Πέτρον· τὸν ἀββᾶν Ἰγνάτιον· καὶ τὸν ἀββᾶν Τιθόην· καὶ ὑπόδειξον αὐτοῖς τὸ γράμμα. Ἔτι ἑτοιμάζου σὺν τοῖς λοιποῖς, καὶ μάλιστα τοῖς προγεγραμμένοις· ὅτι τῶν ἐγγύθεν ἡμῶν ὀλισθησάντων, οὐκ ἔστιν ἡμᾶς ἐαθῆναι ὑπ᾽ αὐτῶν ἐκείνων ἐνδιαβαλλομένους. Δοίη δὲ Κύριος σθένος, κράτος, νοῦν, ὀφθαλμὸν, σύνεσιν, πᾶν ὁτιοῦν εὖ πρᾶξαι ὑμᾶς εἰς ἔπαινον καὶ δόξαν Χριστοῦ· εἰς καύχημα ἐμόν· εἰς κλέος ὑμῶν αἰώνιον. Προσαγορεύουσιν οἱ συνόντες μοι ἀμφοτέρους. Ὁ Χριστὸς μεθ᾽ ὑμῶν. Ἀμήν.