Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 11: To the Same
ΙΑ΄. — Τῷ αὐτῷ.
Παρὰ προσδοκίαν εἶδον τὰ γράμματά σου, τέκνον ἠγαπημένον, καὶ τοὺς ἀδελφούς· οὐ γὰρ, ὡς προέγραψα, ἐπέσχες μέχρι Σεπτεμβρίου. Ἀλλ᾽ ὅμως ἀπεδεξάμην σου τὸ πρόθυμον, τὸ οὐκ ἀνεκτὸν τῆς ἀγάπης, τὸ διάπυρον τοῦ πόθου, τὸ περὶ πάντα φιλόθεον· προσθείην δ᾽ ἂν καὶ φιλοπάτριον. Σύ μου χαρὰ καὶ παραμύθιον· σύ μου ἐν Κυρίῳ ἐν πᾶσι τοῖς κινδύνοις καὶ θλίψεσιν ἕδρασμα, καὶ στέφανος καυχήσεως, μετὰ πάντων τῶν συνάθλων σου· καὶ πρὸ πάντων ἀδελφῶν ἡμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τέκνων. Διὸ καὶ χαίρω, εὐλογῶν τὸν Θεὸν τοῦ Πατρός μου· ὅτι ὑγιάζῃ ψυχῇ καὶ σώματι· οὕτως ὑπὸ Θεοῦ οἰκονομηθέντος εἶναί σε ἄφετον ἐκ δεσμῶν· ἵνα τοὺς ἐν δεσμοῖς ἀλείφῃς, τοὺς ἀφεμένους συνδέων ἐπιστηρίζοις. Ὁ καὶ ποιεῖς χάριτι Χριστοῦ, παρακαλῶν, νουθετῶν, παραμυθούμενος ἕνα ἕκαστον. Ὡς ἀληθῶς Θεοῦ οἰκονόμος. Δέομαι οὖν αὐτὸ τοῦτο μὴ ἐκκακεῖν ἐργάζεσθαί σε εἰς δόξαν Χριστοῦ, εἰς περιποίησιν σωτηρίας σου, εἰς καύχημα ἐμοὶ τῷ ἠπορημένῳ ἐν παντιοῦν ἀγαθῷ. Πλὴν, ἀδελφὲ, ὅτι οὐκ εἰς κενὸν ἐδράμομεν καὶ τρέχομεν πάλαι τε καὶ νῦν· οὐδ᾽ εἰς κενὸν κοπιῶμεν· ὑπὲρ Χριστοῦ γὰρ καὶ διὰ Χριστὸν ὑπὲρ οὖ τὸ πάσχειν, πάσχα· ὑπὲρ οὖ τὸ λυπεῖσθαι, χαρά. Εἴπερ συμπάσχομεν, φησὶν, ἵνα καὶ συνδοξασθῶμεν. Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ εἰκότως. Ἡ γὰρ ἐνταῦθα σύνθλιψις, ὁποιαοῦν σκιώδης καὶ ὀνειρώδης· ἡ δὲ ἐκεῖσε ἀντάμειψις, ζωὴ ἀπέραντος μετὰ δόξης αἰωνίου. Μὴ οὖν ἐπαισχυνθῶμεν, ὦ τέκνον, τὸ παρὸν μαρτύριον· τοῦ Κυρίου γάρ ἐστι. Πολλοὶ ἐπεθύμησαν ἐξ ἀγάπης Χριστοῦ τοῦτο ἰδεῖν· ἀλλ᾽ οὐκ ἐπέτυχον· ἡμεῖς δὲ κατηξιώμεθα. Τί τοῦτο; ὑπὲρ αὐτοῦ πάσχειν· διώκεσθαι· αἰχμαλωτίζεσθαι· φυλακίζεσθαι· ἐκ τόπου εἰς τόπον περιορίζεσθαι· ἢ τάχα καὶ τύπτεσθαι· θέατρον γίνεσθαι καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
Εἰ δὲ ὅτι καὶ τὸ ὄνομα ἡμῶν ὡς πονηρὸν ἐξέβαλον, ἀναθεματίζοντες ἰδίᾳ τε καὶ δημοσίᾳ σὺν ἁγίοις· οὐκ ἔνι χαρά; οὐκ ἔνι σκιρτᾶν; Οἶδα, τέκνον, τὸν μακαρισμὸν Κυρίου. Τούτοις καὶ αὐτὸς γήθου· τέρπου σὺν ὅλοις τέκνοις. Ὑμεῖς γάρ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Ζήτει, φησὶ, τὰ λειπόμενα, ἐμπτύσματα, κολαφίσματα, τέλος τὸν σταυρόν· τοὺς γλυκεῖς μοι Χριστοῦ ἤλους· οἷς τίς ἂν καταξιωθείη συσταυρωθῆναι· συλλογχευθῆναι δοῦλος Δεσπότῃ· μίξαι αἷμα αἵματι· ἄνθρωπος, Θεοῦ τοῦ ζῶντος; Τοιαύτῃ διαθέσει χωροῦντες οἱ ἅγιοι ἔχαιρον κοπτόμενοι· ἤδοντο μελοτομούμενοι. Ἔφθασε τοιγαροῦν καὶ ἡ ἡμετέρα χαρά· ἐκ μέρους ἐπειράθημεν· εἴγε καὶ πειραθείημεν τέλεον· χάριτι καὶ φιλανθρωπίᾳ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν! Τῇ γὰρ χάριτι εἴη τὸ νῖκος ἐφ᾽ ὁτῳοῦν· ἵνα μή τις καυχήσηται οἴκοθέν τι ἔχειν· ὥστε ἕλκομεν τὸν ἔλεον Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, διὰ τῆς ταπεινοφροσύνης καὶ ἐνεργοῦς πεποιθήσεως. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ· εἴ τι παραμύθιον ἀγάπης· εἴ τις κοινωνία πίστεως· εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν χαράν· σὺν τῷ Ἀποστόλῳ ὁ τάλας λέγειν· Τὸ αὐτὸ φρονεῖν, τὴν αὐτὴν ἀγάπην ἔχοντες· σύμψυχοι· τὸ ἓν φρονοῦντες· μηδέν κατ᾽ ἐρίθειαν ἢ κενοδοξίαν ἀντιπράττοντες, καὶ ἀντικαθιστάμενοι ἀλλήλοις. Πέφυκε γὰρ καὶ ἐπ᾽ αὐτῶν τῶν ὑπὲρ εὐσεβείας ἀγώνων τὸ φιλόπρωτον καὶ φιλόνεικον παρεισδύειν. Ἀλλ᾽ ὑμεῖς ὡς Θεοῦ διάκονοι (συμπαραλαμβάνω γὰρ τῷ προσώπῳ σου τοὺς ὑπερέχοντας, οἶ καὶ ἀναγνοῖεν τὴν ἐπιστολὴν), Μηδεμίαν ἐν μηδενὶ δοίητε προσκοπὴν, ἵνα μὴ μωμητὴ ἡ διακονία ὑμῶν γένοιτο.
Περὶ ὧν ἔγραψάς μοι ἐν μετανοίᾳ γεγονέναι· εἰς τοὺς τοῦ σώματος ἡμῶν, εἰ καὶ ἀνάξιοι, ἀλλ᾽ οὖν ἡμεῖς ἰατροὶ. Ὁ τοίνυν ἐδώκαμεν ἐπιτίμιον τῷ Ὁρέστῃ ἐλθόντι ἐνταῦθα, διὰ φωνῆς τῶν ἀδελφῶν (οὐδὲ γὰρ κεκρίκαμεν εὖ ἔχειν συνοψισθῆναι αὐτῷ διὰ πολλὰ αἴτια), τοῦτο σχοῖεν καὶ οἱ λοιποί· ἀμετόχους εἶναι τῶν ἁγιασμάτων· καὶ ἐν τοῖς ἄλλοις παρατηρήμασιν. Ἐρωτᾶς ἕως πότε; ἕως ἂν ἀναλάμψῃ ἡ τῆς ὀρθοδοξίας αἰθρία. Εἰ, φησὶ, τύχοι θάνατος; Κοινωνείτωσαν. Πιστεύομεν συγκεχωρῆσθαι αὐτοῖς τὸ ἁμάρτημα. Ἐπειδὴ δὲ γέγραφας, τοῦτο κἀκεῖνο ἀντιλεκτεῖν ὑμᾶς πρὸς ἀλλήλους· διαλύεσθε τῶν προβλημάτων ὑμῶν, καὶ εἰρηνεύετε ἐν ἑαυτοῖς. Οὐχ ὡς οἱ ἐξ αἱρέσεως ἐπιστρέφοντες, οὗτοι δεκτέοι· εἴπερ κἀκεῖ παρατήρησις διαφορᾶς οὐ τῆς τυχούσης τῆσδε πρὸς τήνδε· ἀλλ᾽ ὡς ἀρνησάμενοι τὸ ὄνομα Κυρίου, ἤτοι ἐπὶ τῇ ἀρνήσει αὐτοῦ κεκοινωνηκότες τοῖς Χριστομάχοις διὰ φόβον ἤ τινα ἄλλην περιπέτειαν. Ἐπὶ γὰρ τῇ ἀρνήσει αὐτοῦ ἐκοινώνησαν προδήλως ἠρνημένοις τὴν ἁγίαν αὐτοῦ εἰκόνα. Ἡ γὰρ τῆς εἰκόνος ἄρνησις ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὡς βοᾷ ὁ βοῶν. Καὶ οὐκ ἔστιν ἀλλοίως· κἂν τινες σμικρύνειν τὴν ἄρνησιν βούλοιντο. Εἰ οὖν μὴ ὀρθοδοξοῦντες τὸ πρότερον, μηδὲ μυηθέντες τὴν ἀλήθειαν, ἐκ θείας προνοίας αὐγασθέντες τἀληθὲς μετεπήδησαν εἰς ἡμᾶς, ἄλλως εἶχε· κἀκείνους οὐχ ὡς ἔτυχε προσδεκτέον, εἰ μὴ διὰ πλείστων ὀρθοδόξων συμφωνήσεως· ὡς δεδήλωκεν ὁ θεῖος Βασίλειος πρὸς τοὺς ἐν Μεσοποταμίᾳ ἐξ Αἰγύπτου περιωρισμένους· καθαπτόμενος αὐτῶν ἐν τῷ ἀφυλάκτως προσήκασθαι. Ἢ ἀγνοεῖτε ὅ φησιν ὁ αὐτὸς Πατὴρ ἐν ἑτέρᾳ ἐπιστολῇ; « Οὐκ οἶδα ἐπίσκοπον, μηδὲ ἀριθμήσαιμι ἐν ἐπισκόποις τὸν ἐπὶ καταστροφῇ τῆς πίστεως ὑπὸ τῶν βεβήλων χειρῶν προαχθέντα εἰς προεδρίαν· » οἷοί εἰσι τανῦν, οὐ δι᾽ ἄγνοιαν, ἀλλὰ διὰ φιλαρχίαν, ἐπιπηδῶντες τοῖς θρόνοις· προέμενοι ἀκουσίως τὴν ἀλήθειαν· καὶ ἀντιλαμβάνοντες τὴν τῆς ἀσεβείας προεδρίαν. Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα, φησὶν ὁ Ἀπόστολος, ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; Λέγω κἀγώ· Εἰ καθ᾽ ὑμᾶς μετὰ τὴν ἄρνησιν ἤτοι κοινωνίαν τῶν Χριστομάχων εὐθὺς δεκτέοι καὶ ἀνεπιτίμητοι οἱ τοιοῦτοι· τί μάτην κινδυνεύω καθ᾽ ἑκάστην ἡμέραν· καὶ μὴ αὐτομολήσας πρὸς τοὺς ὑπεναντίους, αὖθις διὰ μετανοίας τοῖς ὀρθοδόξοις ἀνεπιτιμήτως συνταχθείην; Μὴ πλανᾶσθε, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ἐκνήψατε ἐν Κυρίῳ. Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος· ἵνα ἐκ παραλλήλου τῶν Χριστομάχων τὰ ἡμέτερα τηρῆται; ὡς ὅτι, φησὶν, αὐτοὶ τοὺς ἐξ ὀρθοδοξίας πρὸς αὐτοὺς χωροῦντας χαρᾷ ἀνεπιτιμήτως προσίενται. Οὐά· δέον οὖν καὶ στεφανοῦν ἡμᾶς τοὺς ἀρνητὰς τοῦ Χριστοῦ, καὶ σολυμνιάζειν ὡς ἐκεῖνοί τινας ἐκείνων. Ἀδελφοὶ, δέομαι ὑμῶν, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τελειοῦσθε διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως. Περὶ τῶν ἔξω τῆς ἀδελφότητος ἡμῶν, τίς εἶμι δοῦναι λόγον; Εἰ δὲ καὶ ἀναγκάζοι τίς· ἐπειδὴ ἡ ἀγάπη πλήρωμα οὖσα νόμου ἔχει καὶ τὴν πειθώ· τοῦτό φημι ὃ καὶ ἐπὶ τῶν ἡμετέρων· ἡμεδαποὶ γὰρ κἀκεῖνοι. Πρεσβύτερος εἴτε ὑπογράψας, εἴτε κοινωνήσας φόβῳ μὴ φέρων τὴν κάκωσιν, εἰργέσθω τῆς κοινωνίας. Κατὰ Χριστοῦ γὰρ κοινωνήσας, πῶς δύναιτ᾽ ἂν Χριστῷ κοινωνεῖν; Τῆς γὰρ ἐγκρατήσεως τῆς ἱερουργίας παρὰ συνοδικῆς ἐπισκέψεως ἡ λύσις. Ὁ δόξας μετὰ τὴν ἧτταν ἀναπαλαῖσαι· ἀποχωρείτω τοῦ ἐν ᾧ ἐκαθέζετο πρὶν τόπου· ἐπεὶ πῶς γνωσθήσεται αὐτῷ τε ἐκείνῳ ἡ ἄρνησις ἣν ὑπέστη, καὶ ἄλλοις;
Οὐ χωρῶ ἐπιτρέψαι· ἐπ᾽ ἂν ἡ ἀναπάλαισις αὐτοῦ μάλιστα οὐκ ἐγένετο ἐν ἐπισήμῳ τινὶ δράματι οἷον ἐπὶ τοῦ Λαοδικείας. Οὐδὲ γὰρ ἐκείνῳ συμβουλεύσαιμι ἂν ἔγωγε ἱερουργεῖν, ἢ μόνον κοινωνεῖν διὰ τὸ ἐπίσημον. Οὕτως ἐπὶ τοῦ τυχόντος μονάζοντος· οὕτως ἐπὶ λαϊκοῦ· εἴρξις τῆς κοινωνίας, μετὰ τῶν ἄλλων ἀξίων καρπῶν τῆς μετανοίας· ἀναμένειν τε τὸν καιρὸν τῆς ὀρθοδοξίας. Πλὴν ἐπειδὴ ἐνδέχεται, καὶ ὕφεσιν καὶ πρόσθεσιν γίνεσθαι παρὰ τοῦ ἐπιτιμῶντος· ἐπὶ τῆς κοινωνίας λέγω· ἐκτεινομένων τῶν χρόνων τῆς αἱρέσεως κατὰ τὰ ἀθεώρητα κρίματα τῆς δικαίας ὀργῆς τοῦ Θεοῦ· ἔστι καὶ πρὸ συνόδου λῦσαι ἐν Κυρίῳ· καθὼς ὑποπέπτωκε τὸ πρόσωπον βαρύτερον ἢ ἐλαφρότερον· καὶ καθ᾽ ἣν πάλιν ὑποδείκνυσι μετάνοιαν· εἴς τε τοὺς ἡμετέρους καὶ τοὺς ἔξω, συνεστιᾶσθαι αὐτοὺς οὐ κωλυτέον οὐχ ἵνα εὐλογῶσιν ἕως λύσεως. Τοσαῦτά μοι ὦπται περὶ τούτων ἐν φόβῳ Θεοῦ καὶ ἀληθείᾳ. Εἰ δέ τι ἐξ ὑμῶν ἢ ἀπ᾽ ἄλλων καινότερον, διδαχθῶ. Ὁμολογῶ γὰρ ὡς πολλὰ ἁμαρτάνων, καὶ πολλὰ ἀγνοεῖν δέχομαι. Ἅσπασαι τοὺς ἀδελφούς σου καὶ τὰ τέκνα μου τὸν ἀββᾶν Πέτρον, καὶ Ἰγνάτιον, καὶ Τιθόην, τοὺς ἐν Κυρίῳ ἐπιποθήτους μου καὶ συνεργούς. Ἅσπασαι τοὺς ἐκ τῆς ἁγίας συνοδίας φιλητούς μου. Ἅσπασαι τοὺς μυστηριοφύλακας, τὰ ἐμὰ ἠγαπημένα σπλάγχνα. Ἅσπασαι τὴν κοπιῶσαν ἐν Κυρίῳ· ἧς ἀπέχω καὶ περισσεύω ἐν ἀγαθοῖς· ἄσπασαι πάντας τοὺς ἐν Χριστῷ ἀδελφοὺς, κἂν λαϊκοὶ, ἐξ ῶν Σέργιος ὁ εὐσεβὴς καὶ ἔγγιος. Ἀσπάζονται σὲ καὶ τοὺς ἄλλους οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἀειπόθητοι. Μνημονεύετέ μου τῆς ταπεινώσεως. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μεθ᾽ ὑμῶν, ἀδελφοί.