Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 9: To Joseph, His Brother and Archbishop

Θ΄. — Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ.

Ἐμοὶ τὸ ἐπιστέλλειν τῇ ἁγιωσύνῃ σου πάντοτε ποθητόν· καὶ τοσοῦτον ὅσον καὶ τὸ τῆς περιορίσεως διάστημα μακρότερον· ἐγγὺς γάρ με ποιεῖ τοῦ τιμίου προσώπου σου· καὶ ῥᾳστώνην ἐμποιεῖ διὰ τῆς προσφωνήσεως· οἷα καὶ νῦν λυπηρῶς διακειμένῳ ἐν τῇ τῶν τινων ἡγουμένων προδοσίᾳ τῆς ἀληθείας. Ἵνα γὰρ οἶδέ σου ἡ ὁσιότης, ὅτι ἡ πάλαι κουστωδία· λέγω δὴ Ἰωσὴφ ὁ μοιχοζεύκτης, ὁ Φωτεινουδίτης, ὁ Ἡρακλειώτης, ὁ Μηδικιώτης, ὁ Μυλιανὸς, ὁ Ὑπολνχνιώτης, ὁ Γουλαιάτης, ἀλλὰ φεῦ τῆς ἁμαρτίας μου! ὅτι καὶ ὁ Φλουβουτηνὸς, συλληφθεὶς ἐξ ἄφρονος ἁπλότητος· ὁμοθυμαδὸν, μικρὸν ἐνστάντες δῆθεν οἰκονομίας, ὑφορμηθέντες παρὰ τοῦ εἰωθότος κατεργάζεσθαι τὰ τοιαῦτα Ἰωσὴφ, ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ, κοινωνήσαντες ἅπαξ καὶ δὶς τοῖς ἀσεβέσιν. Ἐν ᾧ καὶ εὐμενῶς ἀπολυθέντες, ἁλίσκουσιν ἐν τῷ οἰκείῳ πτώματι τοὺς ἀστηρίκτους. Ἀλλ᾽ ὡς ἔοικε, καὶ ὁ τῆς Νικαίας εἰς πτῶμα κεῖται τῶν ἐπισκόπων. Ἀνακαλοῦνται γὰρ τοὺς ἐν ἐξορίαις πρὸς τὸ τὰ ὅμοια πρᾶξαι. Καὶ εἰ μὴ προφθάσει ἡ χεὶρ τοῦ Θεοῦ ὑπερείδουσα, ὀλλύμεθα καὶ οἱ ὑπολειφθέντες. Τί οὖν ἐστιν ὅτι καὶ πάλιν, ὡς φαίνεται, εἰς ἡμᾶς τοὺς ταπεινοὺς περιίσταται τὸ δρᾶμα σὺν ὀλίγοις; Ἀνάστα οὖν, ὦ ἄνθρωπε, τοῦ Θεοῦ· ὡς ἀρχιερεὺς τοῦ Χριστοῦ τοῦ ἀληθινοῦ ἀρχιποιμένος· καὶ τοσοῦτον ὅσον τῶν ἁπάντων εἶ ὑπερέχων τῇ κεφαλίδι τῆς ἱερωσύνης, πλὴν τοῦ ἑνὸς ἐν παραβύστῳ κειμένου. Δόξασον δὴ τὸν Θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματί σου· οὐ πάντως ἀφεθήσῃ ἐν τῇ νήσῳ· τυχὸν πειρασθῆναί σε δεῖ κατὰ τὰ πάλαι· ἵνα καὶ στεφανίτης κἀνταῦθα λαμπρότερος χρηματίσοις. Αἲ, αἲ, ἀδελφὲ, εἰς οἵους καιροὺς ἐταμιεύθημεν; Ἀλλὰ χάρις ὅμως τῷ ταμιευσαμένῳ· καὶ τοῦτο ἀπὸ Θεοῦ, φησὶν ὁ Ἀπόστολος, ὅτι ἡμῖν ἐχαρίσθη ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Οὐ παρεῖδε Κύριος τὴν ταπείνωσιν ἡμῶν ἐν τοῖς προλαβοῦσιν· ἀλλ᾽ οὐδὲ νῦν, πέποιθα, ὑπερόψεται τῆς τιμιότητός σου· ἀλλ᾽ ὡς τηνικαῦτα οὕτως καὶ ἄρτι μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί σου· ποιῶν ὑπερεκπερισσοῦ τὸ ἔλεος αὐτοῦ εἰς ἔνδειξιν τῆς ἀρετῆς σου. Διὸ ὀρέγοις κἀμοὶ χεῖρα πρεσβευτικὴν, ὅσιε, στηριχθῆναι καὶ σωθῆναι ἀπὸ τοῦ ἐνεστῶτος χειμῶνος πικροῦ. Στῆθι καὶ ἰλέωσαι, μεταστραφῆναι τὴν καταιγίδα εἰς αὔραν τοῦ ἁγίου Πνεύματος· γένοιτο! Τοὺς ἀδελφοὺς ἀσπαζόμενος πλεῖστα· καὶ παρακαλῶ ὑπερεύχεσθαί μου τῆς ταπεινώσεως. Οἱ σὺν ἐμοὶ τοῖς ποσί σου προσπίπτουσιν.

· Contents ·