Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 100: To Hypatus, His Son

Ρ΄. — Ὑπάτῳ τέκνῳ.

Οὐκ ἀπαθῶς καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐδεξάμεθα, ὦ τέκνον, τὴν ἱερὰν κοίμησιν Ἰακώβου τοῦ ὁμολογητοῦ Χριστοῦ, καὶ ἡμῶν ἀδελφοῦ ἀξιεράστου· ἀλλ᾽ οὖν οὐδὲ ἀπεριχαρῶς. Τὸ πρῶτον διὰ τὸ πνευματικὸν φίλτρον· τί γὰρ ἢ υἱὸς, καὶ υἱὸς τηλικοῦτος, οὖ ἐγὼ διὰ τὰς ἁμαρτίας οὐδὲ παῖς καλεῖσθαι ἄξιος; Τὸ δὲ διὰ τὴν ἐλπίδα, μᾶλλον δὲ διὰ τὸ λυσιτελὲς, καὶ οὐχ ἡμῶν μόνον, ὧν ὡς μέλος κόσμος ἱερὸς καθίστασθαι πέφυκεν· ἀλλὰ γὰρ καὶ πάσης τῆς τοῦ Θεοῦ Ἐκκλησίας. Τί γὰρ οἴει τὸν ἄνδρα; ἀλλ᾽ οὐχ ὁμολογητήν; ἀλλ᾽ οὐχὶ μάρτυρα; ἀλλ᾽ οὐχ ὅσιον; Ἐκ νεότητος ἤθλησεν ἀσκητικῶς, ὑποταγεὶς ἐννόμως, κατὰ παθῶν ἀνδρισάμενος, παρθένον τὸ σῶμα φυλάξας, δι᾽ ὑπωπιασμῶν ἐγκρατικῶν καὶ δουλαγωγιῶν· οὕτως ὡς ἔτυχεν ἐσθίων, οὕτως καθεύδων, ἔτι ὑγιαίνων, ὡς ξενίζειν τοὺς ὁρῶντας ὑποχωρητικὸς ὡς τὰ πολλὰ, ἐφ᾽ ὅσον οἷόν τε, καὶ εἰς ἑαυτὸν ἐπαναγόμενος, κἀντεῦθεν πτερῶν ἑαυτὸν πρὸς τὸν οὐράνιον ἕρωτα. Καὶ μή τις νομίσειεν ὑποπλάττεσθαί με ψυχαγωγίας ἕνεκεν τῶν ἀκουόντων λόγους· μάρτυς Θεὸς καὶ ὁ ἐκείνου παιδαγωγὸς Λουκιανὸς ὁ ἱερὸς, κᾶν δυσανέγερτος· ἐξ οὖ μοι καὶ ἡ τῶν ἀγνοουμένων δήλωσις. Ταῦτα ὡς ἴνδαλμά τι σχέδιον τῆς ἀσκήσεως.

Ἐπὶ δὲ τῆς ὁμολογίας πόσον καὶ ἡλίκον θέατρον ἐγενήθη καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ὦ τῆς εὐθύμου καὶ θεοφιλοῦς καρδίας! εἰσῆλθεν εἰς τὸ στάδιον ὡς Χριστοῦ στρατιώτης, ἀδείλαντος, ἀτρέμας· ἐντεῦθεν καὶ ἐντεῦθεν οἱ ὑπηρέται τοῦ σκότους κατέξαναν ταῖς πληγαῖς νῶτα, στέρνα, βραχίονας· ἐξέχεαν αἵματα, ὑπέτεμον σάρκας, εἴασαν εἰς γῆν ἐῤῥιμμένον τὸν ἅγιον, μὴ προέμενον ῥῆμα ἀριστερὸν τὸ καθόλου, ἀλλὰ θεοτελῆ τὴν μαρτυρίαν ποιούμενον· καὶ ταῦτα ὑπὲρ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Θεοῦ ἡμῶν. Τὸ γὰρ περὶ τῆς ἁγίας αὐτοῦ εἰκόνος ἐναθλεῖν, ὑπὲρ αὐτοῦ ἐκείνου ἐστὶ μαρτυρεῖν. Ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν· χορευσάτωσαν φιλομάρτυρες καὶ γεγηθέτωσαν· αἰσχυνέσθω διάβολος· πιπτέτω εἰκονομάχων στίφος· ἐκ τῶν ἔργων ἀμφοτέρων θεοκελεύστως ἐπιγνώσατε ἀμφοτέρους. Οἱ μὲν γὰρ οὐ τόνδε μόνον, ἀλλὰ γὰρ καὶ πολλοὺς τῶν ἡμετέρων, καὶ οὐχ ἡμετέρων, ἡμετέρων δ᾽ οὖν ὅμως· ἐπειδὴ οἱ πάντες ἓν σῶμα ἐν Χριστῷ Ἰησοῦ ὃς κεφαλὴ πάντων· ὡσαύτως ἠκίσαντο, ἔκτειναν, ἐλιμαγχονήσαντο, καὶ ὅσα ἄλλα τούτοις ἐπόμενα. Ὁ δὲ ἀπὸ τῶν δυσφορωτάτων ἐκείνων πληγῶν παραλυθεὶς, καὶ ἐξαρθρωθεὶς, καὶ χειρουργεῖται ἀνίαις δριμείαις τὸ σῶμα, καὶ ἔκτοτε μέχρι τέλους ἐντεῦθεν διαλελυμένος, ὡς καθημέραν ἀποθνήσκων διετέλει, καί γε ἐν εὐχαριστίᾳ, καί γε ἐν ταπεινοφροσύνῃ. Εἰ δὲ, ὡς σὺ φὴς, καὶ τὸν θάνατον αὐτοῦ προηγόρευσε, καὶ τοῦτο ἀκόλουθον τῶν ἄθλων. Ἐπειδὴ δὲ προσεῖπας καὶ πολυάνθρωπον συνδρομὴν γενέσθαι τῆς κηδείας, καί γε ἀπὸ τῶν περιφανῶν κατ᾽ ἀμφότερα, ἔτι μαρτύριον τοῦ λόγου. Οὐ γὰρ ἂν εἰς ἄνθρωπον ἀφανῆ τὸ κατὰ σάρκα, εἰ μὴ Θεοῦ νεύσει, ἡ τοιαύτη συνάθροισις ἐγεγόνει. Ἐκεῖνος μὲν οὖν μετέβη πρὸς οὐρανὸν, καὶ προσετέθη τοῖς συνάθλοις, καὶ ηὔξησεν ὁ χορὸς τῶν ἀπ᾽ αἰῶνος ὁμολογητῶν καὶ μαρτύρων.

Ἐφ᾽ ᾧ χαρὰ ἐν οὐρανῷ καὶ θυμηδίᾳ, οὗ ταῖς εὐχαῖς σωθείημεν, ἀδελφοί· εὕροι τε μισθαποδοσίαν ἀξίαν τῆς ὁσίας ἐξυπηρετήσεως αὐτοῦ. Εὐλογημένοι δὲ καὶ οἱ συναγερθέντες, ὡς ἀληθῶς εὐσεβεῖς, ὡς ἀληθῶς φιλομάρτυρες· ὧν μερὶς μεθ᾽ οὗ ἐξεκομίσαντο εἶεν. Περὶ τοῦ τιμίου αὐτοῦ λειψάνου, ὡς γέγραφα περὶ κανόνος, εἰ εὐδοκεῖ Κύριος, ποιήσω· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Καὶ γὰρ πᾶσι τοῖς ἀδελφοῖς ἀναγνωστέον. Ἀσπάζεται ὑμᾶς ὁ κύριος ὁ Ἀρχιεπίσκοπος, ὁ πρωτοπρεσβύτερος, ὁ οἰκονόμος, καὶ οἱ λοιποὶ ἀδελφοί. Ὁ Κύριος μεθ᾽ ὑμῶν. Ἀμήν.

· Contents ·