Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 101: To Peter of Nicaea
ΡΑ΄. — Πέτρῳ Νικαίας.
Αὕτη ἡ παρ᾽ ἡμῶν συμβουλὴ πρὸς τὴν ἐρώτησιν τοῦ κυρίου ἡγουμένου, ἵνα μέχρι τῶν ἁγίων ἀποστόλων καὶ λυθῶσι πάντες τοῦ ἐπιτιμίου, μετέχοντες τῶν ἁγιασμάτων· οὐ μέντοι ἐνεργεῖν τοὺς ἱερεῖς τῆς ἱερωσύνης, ἕως ἐλεύσεως ὀρθοδόξου συνόδου, ἐν ᾗ πᾶσα λύσις καὶ πᾶσα θυμηδία. Κοινῶς δὲ πάντες ὡς κοινοὶ μοναχοὶ, εἴτε ἱερώμενοι, εἴτε μὴ, εὐλογείτωσαν καὶ εὐλογείσθωσαν, καὶ εὐχέσθωσαν καὶ εὐχὰς λαμβανέτωσαν. Ἐπειδὴ δὲ ἀναγκαῖον καὶ λειτουργίαν θείαν ἐπιτελεῖσθαι, ἵνα χειροτονηθῇ καὶ πρεσβύτερος καὶ διάκονος, ἀναπληροῦντες τὸν τόπον τῶν εἰργομένων· ὧν οὐχὶ φθόνος, ἀλλ᾽ εὐχαριστία γνωριζέσθω· ἐπείπερ ἀλλήλων τὰ βάρη βαστάζειν ἀποστολικῶς διατετάγμεθα. Ἤδη τούτου προδιομολογουμένου ὑπὸ πάντων· τοῦ εἰ παραχωρήσοι Θεὸς κατὰ τὰ ἀθεώρητα αὐτοῦ κρίματα τῆς δικαιοσύνης, πάλιν διωγμὸν ἀναφθῆναι· πάντα ἑλέσθαι μέχρι θανάτου, ἢ τὴν ἀλήθειαν προδοῦναι. Οὕτως ἡμεῖς οἱ ταπεινοὶ φρονοῦμεν, ἐπεὶ καὶ πᾶσιν ἀποκρινόμεθα· ὡς δὲ δοκεῖ τῇ πατρικῇ σου ἁγιωσύνῃ, εἴη πάντως τὸ εὐκριτώτερον.