Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 99: To Abramius the Hospitaller

ϞΘ΄. — Ἀβραμίῳ ξενοδόχῳ.

..... συσκιάζεται φόβῳ οὕτω διαπράττεσθαι. Φόβου γὰρ Θεοῦ οὐδὲν μεῖζον, καὶ σωτηρίας ψυχῆς οὐδὲν ἀναγκαιότερον. Τί γὰρ ὠφελήσει ἄνθρωπον, φησὶν, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Καὶ ὁ ἰατρὸς ἐν ταῖς περιστάσεσι ζητητέος· καὶ ὁ κυβερνήτης ἐν τῷ κλύδωνι. Ἢ οὐχ ὁρᾷς ὅτι κλύδων μέγας καὶ θεομηνὴς πληγή; ἰάτρευσον, δέσποτα, κυβέρνησον, ἵνα καὶ σεαυτὸν σώσῃς, καὶ τοὺς ὑπαιτίους ἐξιάσῃ, καὶ ἀναστοιχειώσης εἰς εὐστάθειαν, ἀνεχόμενος τὴν ἀπειλὴν, ὡς καὶ αὐτὸς ὢν ἐν σώματι καὶ ὑπὸ τὸ πταιστόν. Οὕτως γὰρ καὶ Θεὸν κτήσῃ ἵλεω. Θεοῦ δὲ περιέποντος τίς ὁ κακώσων; Μνήσθητι, Κύριέ μου, ὅτι σὰρξ εἶ καὶ αὐτός· καὶ ὡς φοβῇ τὰς πληγὰς, φείδου τῶν πληγῶν· Ἐπείπερ οἵῳ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν. Μνήσθητι, ἀδελφὲ καλὲ, ὅτι σήμερόν ἐσμεν, καὶ τί τέξεται ἡ ἐπιοῦσα οὐκ οἴδαμεν· ὡς μὴ εὑρεθῆναι ἡμᾶς κωμῳδουμένους καὶ κατηραμένους, καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. Μνήσθητι τῆς ἀποφάσεως ἐκείνης τῆς φοβερᾶς καὶ ἀπαραλογίστου, ὑφ᾽ ῆς οἱ ἀνελεήμονες εἰς πῦρ ἄσβεστον ἐκπεμφθήσονται. Μνήσθητι ὅτι παραστήσονται ἡμῖν τὰ εὖ πεπονθότα πρόσωπα, καὶ τὰ δεινοπαθήσαντα ὑφ᾽ ἡμῶν. Καὶ τί ὠφελήσει τότε τὸ ἐνταῦθα ἀκοῦσαι ἡμᾶς ἱκανούς; Μὴ, παρακαλῶ, μὴ οὕτως εἰς ἑαυτοὺς τὸ ξίφος ὠθῶμεν. Φίλων λέγω καὶ μάλα κηδόμενος, δέσποτα, τέλος τοῦ λόγου. Ἀκούσαιμι ἀπὸ τοῦ νῦν ἀγαθὰς ἀκοὰς καὶ φιλανθρώπως παιδευτικὰς περὶ τοῦ ἐμοῦ Κυρίου· ἵνα ᾄσω, ἵνα γνῶ ὡς ὑπακουόμενος ἔσομαι καὶ πρὸς τὸ ἐξῆς ὑπὸ τοῦ ἐμοῦ φίλου. Ἤδη γὰρ οἱ γειτνιάζοντες ἡμῖν ἐνταῦθα ἔμφοβοι καὶ ἕντρομοί εἰσιν ἐξ ὧν ἀκούουσι· καίπερ μὴ ἐπταικότες τι. Τύραννός ἐστιν ὁ ἐρχόμενος· μάχαιραν ἐπιφέρεται· πτωχὸς οὐχ ὑποίσει ἀπειλήν· οὐχ ἵνα ἀνταγωνίσηται, δέχεται, κἂν μὴ βούλοιτο, ἐπὶ τούτῳ οὐχ ὑπεύθυνος· οὐδὲ γὰρ αὐτὸς ἐγὼ καταληφθεὶς οὕτως, δυνηθείην ἂν ἑτέρως δρᾶσαι. Ἐὰν δὲ πέρα τούτῳ τὸ αἴτιον, καλῶς· ἀλλὰ καὶ οὕτως συμπαθῶς ὡς ἐν ὀφθαλμοῖς Κυρίου· ἐξ οὖ καὶ εὐσταθήσει μᾶλλον τὸ ὑπήκοον, δουλούμενον εὐνοίᾳ τοῖς νικοποιοῖς βασιλεῦσιν.

· Contents ·