Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 102: To Euarestus, His Son

ΡΒ΄. — Εὐαρέστῳ τέκνῳ.

Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας μου, προσθείην καὶ δακρύων, ἡ ἐπιστολὴ πρός σε αὕτη, ἀδελφέ· διότι ἀκήκοα ἀποθανεῖν σε τὸν τῆς ἁμαρτίας θάνατον. Φασὶ γὰρ ἀποῤῥιψάμενον τὸ ἐπάγγελμα τῆς παρθενίας, τὸ ἔνδυμα τὸ εὐαγγελικὸν, τὸ σεβάσμιον καὶ ἀγγέλοις καὶ ἀνθρώποις πολίτευμα, λαβεῖν σε γυναῖκα μοιχικῶς, μᾶλλον δὲ τὴν Εὔαν εἰπεῖν κυριώτερον. Αὕτη γάρ σε τοῦ παραδείσου τῆς ἁγίας ζωῆς ἐκβαλοῦσα ἔθετο, εἰς πένθος μὲν ἐμοὶ τῷ ἁμαρτωλῷ σου πατρὶ, εἴς τε αἰσχύνην τῆς ἀγγελικῆς σου ἀδελφότητος, καὶ εἰς ἔπαρσιν καὶ αὔχημα τῷ διαβόλῳ. Ὦ τί γέγονε; φεῦ! πῶς σε ἐχειρώσατο ὁ δράκων; εἰς οἷον δέ σε ἀπέῤῥιψε βάθος δυσωδίας; Τὸ φῶς γέγονας σκότος· ἡ Χριστοῦ εὐωδία ὁ ἱερὸς, μιαρός· ὁ τίμιος, ἄτιμος· ὁ ἔνδοξος, ἄδοξος· ὁ ἄσχετος, τῷ δαίμονι χειροδέσμιος· ὁ φιλητὸς, μισητός· τὸ πρόβατον Ἰησοῦ, θηριάλωτον. Προσθήσω τὰ μείζω. Ὁ δεδιωγμένος ἕνεκεν τῆς δικαιοσύνης, κατειλημμένος ὑπὸ τῆς ἁμαρτίας· ὁ ὁμολογητὴς, ἀρνητής· ὁ τὸν μακαρισμὸν ἐπὶ κορυφῆς ὡς διάδημα φέρων, ἀφῃρημένος τὸ θαυμαστὸν ὄνομα τοῦ μοναχοῦ.

Οἴμοι! τίς ἀκούσας οὐ στενάξειε; τίς δὲ κατανοῶν οὐ φρίξειεν; ἤσχυνας τὸ μοναχικὸν, ἐφόβησας τοὺς ἐστηκότας, ἐσάλευσας τοὺς ὀκλάζοντας, ἔπιες ποτήριον ἀνομίας, εἴλκυσας τὸ καθ᾽ ἑαυτὸν τοὺς ὁμοταγεῖς ἀπογεύσασθαι τοῦ θανάτου. Ὦ καὶ αὖθις λέγω, τί πέπονθας ἐλεεινέ; πῶς ὁ Ἑωσφόρος ἐσκοτίσθης; πῶς τὸ χρησιμεῦον σκεῦος συνετρίβης; οὐκ αἰδῇ κἂν τὸ ὄνομά σου, ὅτι Εὐάρεστος καλούμενος, Δυσάρεστος ἐχρημάτισας; Οὐ πέρυσι ἧκες πρός με ἐπεὶ καὶ πρὸς τὸν κῦριν τὸν ἀρχιεπίσκοπον ὅλος ὑγιὴς, εὔθυμος, πρόθυμος, ὑπὲρ ἑτέρου μᾶλλον ἀδελφοῦ σου παρακλήτωρ καὶ ἀνορθωτής; πῶς ἐξέλιπες ἐξάπινα; πῶς ἀπετυφλώθης; πῶς ἡμνημόνησας καὶ Θεοῦ καὶ ἡμῶν, τῶν τε προηνυσμένων ἀσκητικῶν σου πόνων καὶ ἱδρώτων· ἐπεὶ ἦς καὶ τῶν χρησίμων, καὶ τῶν ἐν ταῖς ὑπερεχούσαις διακονίαις τεταγμένων; Εἶτα τί; μικρὰ προσβολὴ τοῦ ἐχθροῦ, ἐπιθυμία ἔχουσα μὲν τῷ δοκεῖν γλυκὺ, συνειλιγμένη δὲ διστόμῳ μαχαίρᾳ, ἧς τῆς πικρίας οὐδὲν χολωδέστερον, δραξαμένη σε κατήγαγεν ὡς ἀπ᾽ οὐρανοῦ τῆς ὑψηλῆς πολιτείας, δείκνυσι δὲ ὡσεὶ τραυματίαν καθεύδοντα ἐν τάφῳ. Τί γὰρ ἄλλο ἐστὶν εἶναι τὸν ἐν τῇ ἁμαρτίᾳ, ἢ ἐν φθορᾷ; Οὐτίπου φῶς νοερὸν, οὐδεμία ἐλπὶς, οὐδεμία γλυκύτης ψυχῆς, οὐδεμία διανόησις ἱερὰ, ἀλλὰ νὺξ βαθεῖα, μύσις τοῦ διανοητικοῦ, δαγμὸς καρδιακὸς, φόβος καὶ τοῦ τυχόντος, ἐν τῷ βορβόρῳ κυλινδεῖσθαι καθεκάστην, ὡσεί τι ἰλυσπώμενον κνώδαλον. Τί εἰργάσατο ὁ δαίμων; τί σε ἀπετέλεσεν ἡ παγκατάρατος ἐπιθυμία; δι᾽ ἧς ἀπὸ τοῦ αἰῶνος οἱ ἠπατημένοι, οὐδὲ τὰ ἐνταῦθα κεκερδάκασιν, ἀλλὰ καὶ τὰ οὐράνια ἀπώλεσαν, ἓν κληρονομήσαντες μόνον τὸ πῦρ τὸ αἰώνιον.

Ἀλλὰ δεῦρο, υἱέ μου, ἀνακλήθητι, καλῶ σε ἀπὸ βαθέων καρδίας μου, ἀπὸ σπλάγχνων ἐμπυριζόντων με· ἐπειδὴ ἡ σὴ δόξα ἐμὴ, ὡς καὶ ἔμπαλιν ἡ αἰσχύνη. Δεῦρο, ἐξεγέρθητι, ὁ Κύριος κεκέλευκεν· Οὐ μὴ μνησθῶ, φησὶ, τῶν ἀνομιῶν σου. Καί· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καί· Εἶδον ὅτι πορεύῃ στυγνός. Καί· Ἴαμα τὸ σύντριμμά σου. Ἴδε Θεὸς ἀγαθὸς, ἴδε ἰατρὸς ἐλεήμων. Ναὶ δέομαί σου, τέκνον· τέκνον γάρ μου εἶ, κἂν ἀποτέθνηκας. Μὴ ἀναμείνῃς ἐπὶ τῇ ἁμαρτίᾳ· διαῤῥήσσων διάῤῥηξον τάχει τὰ συμπλακέντα σοι ὑπὸ τοῦ διαβόλου σχοινία· καὶ ὡς ἀπὸ βόθρου ἀναστὰς, μεταπήδησον εἰς τὸ θαυμαστόν σου τῆς προτέρας ἀγωγῆς φῶς. Κἀγώ σε ὑπτίαις χερσὶν ὑποδέξομαι, οὐκ ὀνειδίζων ἀλλ᾽ οἰκτείρων· οὐ βαρύνων τὰ φάρμακα τῆς μετανοίας, ἀλλ᾽ ἠπιῶν αὐτὰ κουφίζων ὅσον οἷόν τε. Καίγε σπεῦσον, σπεῦσον πρὶν ἢ ἀφνίδιον ἐπελεύσεται ὁ ἀπότομος ἄγγελος, ἐλεεινῶς σε χωρίζων τοῦ σώματος, καὶ εἰς κρίσιν αἰώνιον ἀποφέρων.

· Contents ·