Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 103: To Abbot Gregory
ΡΓ΄. — Γρηγορίῳ ἡγουμένῳ.
Ἤδη ἐπεστείλαμέν σοι κατὰ τὴν ὑπόσχεσιν ὡς ἡμετέρῳ υἱῷ ποιμαίνειν τὸ αὐτόθι ποίμνιον μετ᾽ ἐπιστήμης κατ᾽ ἐντολὴν τοῦ Κυρίου, μηδὲν παραθεωροῦντι τῶν συντεινόντων εἰς ὠφέλειαν τῶν ἀδελφῶν. Εἰ γὰρ ὁ τὰ ἄλογα πρόβατα ἐμπιστευθεὶς οὐ καθεύδει ἀλλ᾽ ἀγρυπνεῖ, οὐδὲ ἀμελεῖ, ἀλλὰ πυκτεύει νύκτωρ καὶ μεθημέραν, μήτε θηριάλωτόν τι ἐργάσασθαι· μή τε ἀλίπαντον· ἀλλὰ καὶ κλέπτας καὶ λῃστὰς κατασκοπεῖ, καὶ θῆρας ἀποσοβεῖ, καὶ προσλαλεῖ τοῖς θρέμμασι. Καὶ ἔμπροσθεν αὐτῶν πορευόμενος τὰς τροφὰς αὐτοῖς περιποιεῖται, ἐφ᾽ ὕδωρ ἀναπαύσεως καὶ σκιαδίων περιορίζων, καὶ ὅσα ἄλλα ἔστιν ὁρᾶν ἐν ποιμαντικῇ ῥάβδῳ· τί δεῖ καὶ πόσον, εἶναι τῶν ψυχῶν λαχόντα προστατεῖν· ὧν τὸ αἷμα εἰ κατά τι ἀμιγὲς γίνοιτο, ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται, καθὰ γέγραπται. Ἐπίστηθι οὖν λοιπὸν, ὦ τέκνον, γρηγορῶν τῇ ποιμνιαρχίᾳ· ἴασαι τοὺς ἠσθενηκότας, ἐπίστρεφε τοὺς πεπλανημένους, παρακάλει, νουθέτει, ὑπομίμνησκε τὴν ἐπηγγελμένην βασιλείαν τοῖς ἁγιοπρεπῶς πορευομένοις, καὶ ἐκ τοῦ ἐναντίου τὴν ἀτελεύτητον κρίσιν τοῖς ἐμπαθῶς διαζῶσιν· Ἵνα οὕτως καὶ σεαυτὸν σώσῃς, καὶ τοὺς ἀκούοντάς σου. Ὁ ἀγαπῶν, ἐπιμελῶς παιδεύει· ὁ δὲ μισῶν, ἐᾷ ἀδιαφορεῖν τοὺς ἐπομένους. Ἀλλὰ καὶ ὑμεῖς, ἀδελφοὶ καὶ τέκνα ἐν Κυρίῳ, ὡς πρόβατα ἔσεσθε, φιλοῦντες τὰς ἐντολὰς αὐτοῦ ἐργάζεσθαι, καὶ μοναχικῶς ἀναστρέφεσθαι, ἀλλὰ μὴ κοσμικῶς, ἓν ἔστω θέλημα πάντων, μία καρδία, μία ψυχὴ μὴ καὶ τὸ ἐμὸν τὸ σὸν, πάντα κοινὰ, πάντα καθαρὰ διὰ τῆς ἐξαγορεύσεως. Εἰ δὲ μὴ οὕτως, καὶ τὸν κοσμικὸν ἀπωλέσατε, καὶ μοναχοὶ μὴ ὄντες ἀληθινοὶ, ὑπόδικοι γενήσεσθε κατακρίσεως δικαίας. Ἀγαπῶντες ὑπεμνήσαμεν. Ὑμεῖς δὲ εὖ πράξοιτε, καὶ τῷ Θεῷ εὐαρεστήσοιτε, εὐχόμενοι καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὧν διδάσκομεν, τούτων ἐργάται εἶναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. Ἀμήν.