Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 104: To Irene and Euphrosyne, Nuns

ΡΔ΄. — Εἰρήνῃ καὶ Εὐφροσύνῃ μοναζούσαις.

Εἰσερχομένου τοῦ ἀδελφοῦ καὶ παροικονόμου, εὐκαιρὸν ἡγησάμεθα χαράξαι ὑμῖν βραχεῖαν συλλαβὴν ταῖς κατὰ Κύριον ἀδελφαῖς. Καὶ δὴ ἐρωτῶμεν, πῶς ἔχει ἡ ἁγία δυὰς ὑμῶν, αἱ πᾶσαι ἀδελφαί. Ὁρᾶτε πῶς, καὶ οὐκ ἄλλαις ἀδελφαῖς, ὑμῖν προσκείμενοι κατὰ Θεὸν ἐρωτῶμεν καὶ διαλεγόμεθα· καὶ εἰκότως· οὗ γὰρ πίστις, ἐκεῖ καὶ πόθος, ἕλκων καὶ ἀνθελκόμενος διὰ Πνεύματος ἁγίου· οὗ δὲ ταῦτα, ἐκεῖ καὶ φροντὶς σώματος. Διὰ τοῦτο γράφομεν παρακαλοῦντες ὑπὲρ Χριστοῦ οἱ ἀνάξιοι, ἔχεσθαι ἡμᾶς τῆς καλῆς ὁμολογίας, ἧς ὡμολογήσαμεν ἅπαντες ἐνώπιον Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων· ζῆσαι ἐν Κυρίῳ ἐν τῇ ἀποθέσει τοῦ σαρκικοῦ φρονήματος· ὅπερ ἐστὶ τὸ ῥαγῆναι τῶν δεσμῶν τῆς προσπαθείας τοῦ τῇδε αἰῶνος, καὶ μετὰ Θεοῦ γενέσθαι, ὃν καὶ ἠγαπήσαμεν, ᾧ καὶ ἐνυμφεύθημεν, μεθ᾽ οὗ καὶ συνεσόμεθα εἰσαεί. Τοῦτον ἐρωτευώμεθα τὸν ἀληθινὸν ἔρωτα, τὸν ἀπρόσιτον πόθον, τὸν μόνον Δεσπότην οὐρανοῦ καὶ γῆς. Οὗ ἡ πρὸς ἀνθρώπους ἀγάπησις τοσαύτη, ὡς δούλου μορφὴν αὐτὸν ἀναλαβεῖν, εἰς τὸ ἀνακαλέσασθαι ἡμᾶς τῆς φθορᾶς, καὶ θεοὺς ἀπεργάσασθαι. Ὡς μεγίστη ἡ ἐπαγγελία. Ὡς ἐξαίσιον τὸ ἐν οὐρανοῖς ἀπάντημα! Ἐκεῖ ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος· ἐκεῖ αἱ τὴν παρθενίαν ἐνδεδυμέναι τῷ ἀφθάρτῳ νυμφίῳ συναφθήσονται· ἐκεῖ αἱ τὴν ὑποταγὴν καὶ ὑπακοὴν ἐξασκήσασαι ὡς ἄρχουσαι Χριστοῦ, χορεύσουσιν αἰώνια· αἱ δὲ ἐναντίαι, τὰ ἐναντία, δηλονότι πείσονται.

Ὥστε, ἀδελφαὶ, σταυροφόροι, μὴ λάθωμεν ἑαυταῖς ἀντὶ ζωῆς καὶ χαρᾶς ἀπείρου, κόλασιν καὶ πῦρ αἰώνιον ἀποθησαυρίζουσαι δι᾽ ἀμελείας καὶ φθορᾶς σαρκὸς, παρακοῆς τε καὶ ἐμπαθοῦς ἀναστροφῆς· ἡ ἀρετὴ ἐκ Θεοῦ καὶ θεία· ἡ κακία ἐκ Σατανᾶ, καὶ Σατανᾶς. Οἱ τὴν πρώτην ἑλόμενοι, Θεοὶ καὶ Θεοῦ· οἱ τὴν δευτέραν δαίμονες, καὶ τοῦ Σατανᾶ. Οὕτως ὑμᾶς καὶ νῦν δεξιούμεθα. Καὶ μὴ βαρὺς ὑμῖν λογισθείην ὡς φορτικὰ λαλῶν, ἀλλὰ μᾶλλον ἡδὺς, ὡς ὑπὲρ Θεοῦ παραινῶν. Καὶ οὐ πρὸς τὰς κυρίας ὁ λόγος· αὐταὶ γὰρ διδάσκαλοι καὶ ἑτέρων. Ἀλλὰ πρὸς τὸ τῆς ἀδελφότητος πλήρωμα· ὅπερ φυλαχθείη ἔτι τε καὶ ἔτι, εὐεκτοῦν, εὐθηνοῦν εἰς καύχημα, καὶ ἐμοὶ ὡς παρακλήτορι, εἰς ἡμέραν Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·