Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 105: To Anthimus, His Son

ΡΕ΄. — Ἀνθίμῳ τέκνῳ.

Ὁ νόμος τοῦ Θεοῦ ὁ φόβος τε καὶ ὁ τρόμος αὐτοῦ, ὥς φησι· Σκοπόν σε τέθεικα τῷ οἴκῳ Ἰσραήλ. Ὁ δὲ σκοπὸς τῆς ἀγγελίας, ἠνάγκασέ με, ἀδελφὲ, διὰ γράμματος πάλιν ἀναγγεῖλαί σοι τὴν ἐρχομένην ῥομφαίαν τοῦ Θεοῦ ἐπὶ σὲ, ῥομφαίαν φοβερὰν, ῥομφαίαν πύρινον, ῥομφαίαν οὐ σῶμα, ἀλλὰ ψυχὴν ἐμβάλλουσαν, εἰς γέενναν πυρὸς εἰς ἀπεράντους αἰῶνας. Καὶ δακρύω γράφων ὁ τάλας, καὶ στένω πικρὸν, ὅτι ἐπὶ τὸν ἐμὸν υἱὸν καὶ μαθητὴν ὁ λόγος. Ἀλλὰ τί πάθω; ἐὰν μὴ ἀναγγείλω, τὸ αἷμά σου ἐκ τῶν χειρῶν μου ἐκζητεῖν ἔφη Θεός· οὐδὲν ἕτερον, ἢ τὸ αὐτό με τῆς τιμωρίας συναπολαῦσαι κρῖμα. Ὦ ἀδελφὲ, τί ἔμυσας τὰ ὅμματα οὕτω τῆς καρδίας; τί κατεφρόνησας Θεοῦ, οὗ τῷ βλέμματι τὰ σύμπαντα σείεται καὶ οὐ φέρει στήκειν; ἀπεπήδησας πάλαι τῆς ἀσκητικῆς παλαίστρας· ἐπορεύθης εἰς τόπους οὓς οὐκ ἐπισκοπεῖ Κύριος· ἔλυσας τὴν σφραγῖδα τῆς ἁγνείας, ἔφθειρας τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου δοῦλος τῆς ἁμαρτίας, εἶτα ὀψέποτε ἐπανῆκες πρὸς ἡμᾶς ἐν τῇ ἀπαρχῇ τοῦ διωγμοῦ, ἐξομολογούμενος, ἐπιτιμώμενος, ἐπαγγελλόμενος τὴν ἀναδρομὴν μετὰ τὴν παῦλαν τοῦ διωγμοῦ. Ἐπὶ τούτῳ καὶ πρὸς τοῦ Οἰκονόμου ἐστοιχειώθης, καὶ παρὰ τοῦ ἀδελφοῦ Διονυσίου προσελήφθης, καὶ τὴν καλὴν φυγαδείαν εἵλου, ἐκ τόπων πονηρῶν εἰς τόπους ἀγαθοὺς διαιτώμενος, ἐφ᾽ οὓς ὀφθαλμοὶ Κυρίου· καὶ ὁ μακαρισμὸς τοῦ διωγμοῦ ὑπὲρ κεφαλῆς σου περικυκλούμενος· Καὶ εὖγε τῆς ἀνακλήσεως τῆς καθάρσεως, τῆς ἀγγελικῆς ἐπικουρήσεως. Τί οὖν πάλιν τὸ γεγονός; τί τὸ ἐκστῆσάν σε Θεοῦ, καὶ παραδῶσαν τῷ διαβόλῳ; Φεῦ τῆς ἐμῆς ἀθλιότητος! Ἐπέστρεψας πάλιν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας, φθείρων καὶ φθειρόμενος, ὑπὸ γυναικὸς, μᾶλλον δὲ γυναικῶν. Κύριε, ἐλέησον· φεῖσαι, ὁ Θεός. Ἀφῆκέ σε ὁ φύλαξ σου ἄγγελος, προσελάβετο ὁ Σατανᾶς. Ζῆς ἆρα, ἄθλιε; καὶ πῶς ἔστι ζῇν τὸν ὑπὸ ἀνθρωποκτόνου κατεσθιόμενον; Ὁρᾶς ἆρα τὸ φῶς; καὶ πῶς ἔστι βλέπειν τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ; προσεύχῃ ἄρα τῷ Θεῷ; καὶ πῶς ἔστι προσιέναι Κυρίῳ, τὸν ἑαυτὸν δουλώσαντα τῷ διαβόλῳ; Ποῦ ἐστιν ἡ καλή σου ἀρχή; ἡ θέρμη; ἡ κατάνυξις; ἡ ὑποταγή; τὸ δάκρυον; ἡ θεοπτέρωτος προσευχή; ἡ οὐράνιος πολιτεία; ᾤχοντο πάντα, ἀπολώλασιν. Ὦ στεναγμῶν μοι πικρῶν ἐπὶ τῇ σῇ ἀλογίᾳ! εἶθε ζῶον ἄλογον ἦς· ὅπερ εἰς κρίσιν οὐκ ἔρχεται. Ἀλλ᾽ ὅτι θεόπλαστον, ἀνιστάμενον καὶ κρίνεσθαι μέλλον, τοῦτο ἐλεεινόν. Δεῦρο δὴ, ὁ ἀπολωλώς μου υἱός. Δεῦρο, ἐπίστρεψον πρὸς Κύριον, ὅτι φιλάνθρωπος ὢν πάλιν δέχεται, πάλιν ἁγιάζει, πάλιν νυμφοστολεῖ, πάλιν θύει τὸν μόσχον τὸν σιτευτὸν, καὶ χαίρων συγκαλέσει τὰς ἄνω δυνάμεις ἐπὶ τῇ σῇ εὑρέσει. Μὴ δὴ οὖν ἀπειθήσῃς, υἱέ μου, υἱέ μου· ἀλλ᾽ ἀνακλήθητι, ἀλλ᾽ ὑπόστρεψον, συγκολληθεὶς τῷ καλῷ σου ἀδελφῷ Διονυσίῳ, πρίν σε καταλάβῃ ἡ ῥομφαία τοῦ αἰωνίου θανάτου.

· Contents ·