Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 106: To Abbot Eustratius
ΡϚ΄. — Εὐστρατίῳ ἡγουμένῳ.
Ἐχάρην δεξάμενός σου τὸ τίμιον γράμμα, Πατέρων φίλτατε, καὶ διδαχθεὶς τὰ κατὰ τὴν ὁσιότητά σου οὕτως ἔχειν καὶ οὕτως, ἐπεὶ, ὅσον ἐκ τῶν ἀπαγγειλάντων, καίτοι ἀξιοπίστων, λυπηρῶς διεκείμην, ἀκούσας τὴν ὑποκριτικὴν ὑπογραφήν. Καί με δέξαι, τιμιώτατε, παῤῥησιαστικώτερον διαλεγόμενον. Οὐκ ἔξω αἰτίας τὸ κατασχεθέντα σε ὑπὸ βασιλικοῦ μεῖναι ἀπαθῆ, ἤγουν ἄφετον. Τοῦτο γὰρ τῶν τεθρυλλημένων ἐπαγωγόν. Οὐδεὶς οὖν τῶν πεπαῤῥησιασμένων ἄτερ φυλακῆς, ἢ τοὐλάχιστον, ἐξορίας, ἤτοι φυγαδείας ὡμολόγηται διαμεῖναι. Οἱ δὲ τούτων ἐκτὸς, ἐντὸς τῆς ἀπαγωγῆς, ἵνα μὴ τραχύτερον εἰπὼν λυπήσω. Ἢ οὐ διεβλέψω, διορατικώτατε, τὸν χαλεπὸν διωγμὸν Λέοντος τοῦ θηριωνύμου; οὗ ἡ Ἀχααβιτικὴ χεὶρ εἶλε καὶ τοὺς ἐξ ἄλλου κράτους, ἔκτεινέ τε καὶ ὥλεσε· τό γε φιλανθρωπότερον ἐφρούρησε μετὰ πικρὰν μαστίγωσιν· μὴ ὅτι γε τοὺς ὑπὸ χεῖρα. Εἰ δ᾽ αὐτὸς οὐτίπου τῶν τοιούτων πεπονθὼς μετὰ τὴν σύλληψιν, σύγγνωθι, ἐσυλήθης, ἅγιε. Καὶ μή μοι φυλάττεσθαι τὰς οἰκείας Ἐκκλησίας λέγε, καὶ σώας τὰς ἱστορίας μένειν, τήν τε ἀναφορὰν τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου. Τοῦτο γὰρ καὶ ἄλλοι ἀπαχθέντες φιλολογοῦσιν. Οὐ δύναται ταῦτα διασεσῶσθαι, εἰ μήτοι προδοσίᾳ ἀληθινῆς ἐνστάσεως ἐγένετο. Τί τὸ ὄφελος, εἰ ἡμεῖς οἱ ναὸς Θεοῦ, καὶ ὄντες καὶ λεγόμενοι, ἠχρειώθημεν, καὶ ἀψύχους οἴκους περιεποιησάμεθα; ἡ εἰκὼν τοῦ Χριστοῦ, οὔτε τῆς Θεοτόκου, οὔτε τινὸς ἁγίου διαπίπτει. Μένει γὰρ ἐν αὐτοῖς ὡς πρωτοτύποις· πίπτουσι δὲ οἱ δοκοῦντες καθαιρεῖν αὐτάς· ἀλλὰ γὰρ καὶ οἱ φειδοῖ τούτων προέμενοι τὴν παῤῥησίαν, καὶ τὴν δι᾽ αὐτῆς κάκωσιν. Οὐά! ἄλλοι ἀποθνήσκοντες, ἕτεροι ὑπεροριζόμενοι, ἄλλοι μαστιζόμενοι, ἕτεροι φρουρούμενοι· τὰ ὄρη ἔχοντα καὶ αἱ ἐρημίαι, πέτραι τε καὶ σπήλαια τοὺς μακαρίως δεδιωγμένους· καὶ ἡμεῖς οἶκοι μένοντες, καὶ οἰόμενοι ἀβλαβῶς διαμένειν; οὐδαμῶς. Ἀπολέσθω πᾶσα ἡ τοῦ κόσμου ὕλη τῶν δοκούντων· ἡ ὁμολογουμένη βλάβη ψυχῆς προκρινέσθω ἣν ὑπέστη πᾶς προφασιστής. Ταῦτα φιλῶν καὶ ὑπομιμνήσκων εἴρηκα, καὶ ὡς ὑπὸ ἐπιτιμίαν ἐσμὲν ἄξιοι ἐλθεῖν· καὶ ὅτι ἐν καιρῷ ὀρθοδοξίας, οὐδὲν ἀψηλάφητον ἀφεθείη. Καὶ εὖ ἔχει, διὰ ταπεινώσεως βαδίσαι, καὶ ἰάσασθαι τὸ ἠσθενηκὸς, ἢ διὰ ἀναιτιασμοῦ προστρίβειν ἑαυτοῖς μείζονα αἰτιάματα.