Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 107: To the Brethren in the City

ΡΖ΄. — Τοῖς ἐν ἄστει ἀδελφοῖς.

Εὔκαιρον ἡγησάμην τανῦν εἰσιόντος τοῦ ἀδελφοῦ Λέοντος ἐπιστεῖλαι κοινῶς πᾶσιν, εὐλογημένοι ἀδελφοὶ καὶ Πατέρες· προσυπομιμνήσκων τὰ ἐχόμενα σωτηρίας. Ἐπειδὴ κἀν τῇ ἀπουσίᾳ ταύτῃ καὶ ἐξορίᾳ ἔμφοβός εἰμι καὶ ἔντρομος μετὰ τοῦ οἰκείου φορτίου τῶν ἁμαρτημάτων, καὶ περὶ τῆς ἀνηκούσης μοι εἰς ὑμᾶς φροντίδος καὶ προστασίας. Φοβοῦμαι γὰρ καὶ δέδια, μήπως ὑμεῖς οἱ ἐν ἄστει διατρίβοντες, εὐριπιστότερον εἰς ἔμπτωσίν τινα ἐμπέσοιτε, καὶ ἅπερ διὰ πολλῶν κόπων τε καὶ ἄθλων, τῶν πρὸ διωγμοῦ, καὶ ἐν τῷ διωγμῷ συνηθροίσαμεν ἀγαθουργήματα, ἀφυλακτήσαντες πρὸς βραχὺ, ἄρδην ἀπολέσωμεν. Ἀκούω ἀστασίαν, μεταβασίαν· ἄλλον ἐξ ἄλλου καὶ ἀδελφοῦ καὶ τόπου μεταβαίνοντα· καὶ τό γε ἐλεεινότερον, μόνον ἄλλον καθεζόμενον, καὶ ἕτερον, τὸ κελλίον εἰς οἰκίαν ἔνθα γυναῖκες, ἔχοντα· καὶ ἄλλον πάλιν εἰς μοναστήριον γυναικεῖον διαιτώμενον εἰσαεί· ἕτερον πάλιν ὧδέ τε κἀκεῖσε οἰκοτριβοῦντα, ἔνθα κόραι, ἔνθα πῦρ οὐκ ἐμπυρίζον χόρτον, ἀλλ᾽ οἶκον ψυχῆς· ἐνίους πάλιν ἐπιλαθομένους τῆς ἐννόμου ζωῆς, δούλους ὠνησαμένους αὐτοῖς συζῇν· καὶ γοῦν ἑτέρους ἀγροὺς ἀγοράζειν. Ὦ τῆς ἀθλίας μου ψυχῆς! πῶς ἐν τούτοις οὐ στενάξω; πῶς δὲ οὐ φοβηθήσομαι μὴ ἀναγγέλλων τὸ δικαίωμα τοῦ Θεοῦ; Τί δὴ ἐξέστητε, ἀδελφοί; τί δὲ οἱ δοῦλοι Κυρίου δοῦλοι παθῶν γεγόνατε; τί οἱ ἐν νόμῳ ἀνομεῖν ἀνέχεσθε; τί δὲ οἱ θεραπευταὶ Χριστοῦ, υἱοὶ παραπικραίνοντες, οὐ μετέρχεσθε τῆς πονηρᾶς ἀπαγωγῆς; οὐ καθέζεσθε εἰς τόπους ἀσκανδαλίστους; οὐ δύο δύο ἢ καὶ πρὸς, σύνεστε ἀποστολικῶς;

Οὐαὶ τῷ μόνῳ! οὐαὶ τῷ ἀκαθίστῳ! οὐαὶ τῷ γυναιάζοντι! οὐαὶ τῷ δουλοδούλῳ! οὐαὶ τῷ Γιεζῇ, ὃς ὠνησάμενος ἀγροὺς, καὶ ἀμπελῶνας, κεκληρονόμηκε τὴν λέπραν Νεεμάν! μὴ οὐχὶ θεῖαι μὴ φωναὶ αὗται; μή τι ἐγὼ παρ᾽ ἐμαυτοῦ εἰσφέρω; ὅτε ἔβραζεν ὁ διωγμὸς, εἶχέ τις λόγον ἐξ ἀνάγκης, ἔν τισιν ὦν ἀπηριθμησάμην, ἐμπίπτειν· καὶ ἡ διὰ τὴν πίστιν ἀνάγκη, ἔσωζε τὸν εὑρισκόμενον. Νῦν δὲ οὐδεὶς ὁ διώκων, οὐδ᾽ ὁ κωλύσων καλῶς ἡμᾶς καθέζεσθαι, καὶ σὺν ἄλλοις δυοῖν εἶναι τοὐλάχιστον. Ἐξ ὑμῶν γὰρ αὐτῶν κατακρίνεσθε τῶν ἐννόμως διαζώντων, οἱ κακόζωοι. Ἢ οὐχὶ προδήλωμα τῆς ἐν εἰρήνῃ ἀσυνδρομίας ὑμῶν ἡ παροῦσα ἀθεσία; Ἀνανήψατε, παρακαλῶ, ἀδελφοί μου ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι· ἂν μὴ διορθώσησθε, οὐχ οὕτως κλητέοι, ἀλλ᾽ ἐναντίως, ὅπερ ἀπείη. Ταῦτα διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων· εἴ τις μὴ διορθώσηται μετὰ τὴν ὡρισμένην εἰς χρόνου τινὸς σύμφθασιν ἐπιμονὴν, τῶν ἁγιασμάτων ὑπὸ Θεοῦ εἰς μετάληψιν εἴργεται, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέ μοι ὁ Κύριος ἐν ὑμῖν· εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὁ λόγος. Ὑμεῖς δὲ, ἀδελφοί μου, ὡς υἱοὶ ὑπακοῆς, εὖ πράξατε, ἵνα καὶ Θεὸν θεραπεύσητε, κἀμὲ τὸν ἐλεεινὸν τοῦ θανάτου τῆς ἁμαρτίας ἐξέλησθε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι. Ἀμήν.

· Contents ·