Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 108: To John of Sardis

ΡΗ΄. — Ἰωάννῃ Σάρδης.

Ἀπὸ χρόνου ἠκούσαμεν νοσηλεύεσθαί σου τὴν πατρικὴν ἁγιωσύνην, ἄρτι δὲ μικροῦ δεῖν καὶ ἀπογνωσθεῖσαν. Καὶ τοσοῦτον ἐθροήθημεν οἱ ταπεινοὶ, καὶ συνεκινήθημεν λυπηρῶς, ὡς ὁρμῆσαι καταλαβεῖν ἡμᾶς ἐν τοῖς αὐτόθι, καὶ ὄψει ὑπολαβεῖν τὴν ἀπευκτὴν ἀκοήν. Οὐκ ἐξεγένετο δὲ διὰ τὰ παριστάμενα τούτῳ. Διὸ ἠναγκάσθημεν οἱονεὶ πετασθῆναι τοῖς γράμμασιν ὡς ἐν σώματι, καὶ ἰδεῖν σε τὸν καλὸν πατέρα, τὸν γνήσιον φίλον, τὸν γενναῖον μάρτυρα τῆς ἀληθείας. Εἴπερ ὑπὲρ αὐτῆς σὺ καὶ ἐξόριστος καὶ φρουροδέσμιος· καί γε πρὸ τούτων θέατρον γενόμενος, ἀποστολικῶς εἰπεῖν, καὶ ἀγγέλοις καὶ ἀνθρώποις, καθ᾽ ἣν ἡμέραν ἔῤῥιπταί σου ὑπὸ τῶν ἀσεβῶν, κατὰ πρόσωπον τοῦ Καϊαφαϊκοῦ συνεδρίου, εἰς τοὔδαφος ἡ ἱερὰ κορυφή. Ὦ τί γίνεται ἐν ἡμῖν; τί ἀπαίρειν τῶν τῇδε σπεύδει ὁ στύλος τῆς Ἐκκλησίας; Μεῖνον μεθ᾽ ἡμῶν, ἔτι μεῖνον· συγκακοπάθησον τῷ Εὐαγγελίῳ ὡς καλὸς στρατιώτης. Ὁρᾶς ὅπως ἔνεστιν ὁ πόλεμος; ὅπως βαλλόμεθα καὶ βάλλομεν ὑπὲρ τοῦ λόγου; Ναὶ ἀντιβολοῦμεν, ἐπίμεινον. Αἴτησαι ὃν ὡμολόγησας Χριστὸν, καὶ ὁμολογεῖς προσκυνεῖν ἀνθρωποπρεπῶς ἐγγραφόμενον· καὶ εἰσακούσει τῆς δεήσεώς σου. Εἰ δὲ πάντως ἀπαίρεις, οὕτω τῆς Προνοίας κελευούσης, αὐτὸς μὲν χωρήσεις, εὖ ἴσμεν, ὁμολογίας ἔπαθλον ἀπενεγκάμενος· ἡμῖν δὲ ἵλεω τὸν Θεὸν τὸν ἀγαθὸν καταστήσεις ταῖς πρεσβείαις· οὐ μὴν ἀλλὰ καὶ εἰς τὸ ταχύναι ἐπισκέψασθαι τὴν ἑαυτοῦ Ἐκκλησίαν.

· Contents ·