Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 109: To Elias, His Son

ΡΘ΄. — Ἠλίᾳ τέκνῳ.

Τίς ὁ ἀναγκάσας με ἐπιστεῖλαί σοι, ἄνθρωπε; Θεὸς δηλονότι ὁ καταστήσας με ἐπὶ σὲ ποιμένα καὶ νομοθέτην· ᾧ δώσω, ὡς ὑπὲρ πάντων τῶν ἀδελφῶν σου, καὶ περὶ σοῦ λόγον. Ἀπετάξω δὴ οὖν αὐθαιρέτως, ὑπετάγης εὐηκόως· εἶτα ἐσινίασέ σε ὁ Σατανᾶς ἀποῤῥήξας τῆς θείας συναφείας. Αὖθις ἐλέει Θεοῦ συνήφθης· καὶ πάλιν ἐνεργείᾳ δαίμονος ἀπεπήδησας. Ἔπειτα πάλιν ἐλθὼν, ἑξωμολογήσω, ὑποσχόμενος τὴν πρὸς τὸ ἑξῆς ἀσφάλειαν· καὶ ἐπειδὴ ὑποστροφὴ τῆς ἐξορίας ἐπὶ τοῦ Νικηφόρου, οὐ συνῆλθες τοῖς λοιποῖς, ἀλλ᾽ ἔμεινας ἐφ᾽ ἑαυτοῦ δελεαζόμενος ὑπὸ τοῦ ὄφεως· καὶ τοῦτο ἕως τοῦ νῦν βασιλεύοντος τετάρτου μετὰ Νικηφόρον. Ἕως πότε, ἐλεεινὲ, ἐγκυλίῃ τοῖς τῆς ἁμαρτίας τέλμασιν; ἕως τίνος οὐκ ἀνήσεις ἀσχημονεῖν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων; Οὐκ ἔνι θάνατος; οὐκ ἔνι κριτήριον; Οὐ δώσεις τίσιν αἰώνιον, ἧς καὶ μόνον ἐνθύμησις καταστέλλει ψυχὴν καὶ ἐπιστρέφει πρὸς μετάνοιαν; Ἀνάνηψον, ἄνθρωπε, ἀνακλήθητι, παρακαλῶ· ἄφες οἰκοδομεῖν οἰκίας κοσμικῶς, ὁ τὸν οἶκόν σου τῆς ψυχῆς καταλελυκώς· ἔα τεκτονεῖν ὡς λαϊκὸς, ὁ τεκταινόμενος ὑπὸ τοῦ Σατανᾶ· μὴ προφασίσῃ τοῦτο κἀκεῖνο· οὐδείς σε ἐξελεῖται ἐκ χειρὸς Κυρίου. Μὴ εἴπῃς ἡμαρτηκώς· Οὐκ οἴσω τὰς ἐπιτιμήσεις. Οἴσεις, τέκνον μου· καλῶ γάρ σε οὕτως ἐλπίδι τῆς ὑποστροφῆς, ἐγὼ ὁ ταπεινός. Εἰ Πατὴρ, πεφεισμένως ἰατρεύσω, συμπαθητικῶς, φιλοστόργως. Μόνον θέλησον, μόνον κινήθητι, διάῤῥηξον τὰ κατέχοντά σε δεσμὰ τοῦ θανάτου· ἐγγύθεν Θεοῦ βοήθεια, καὶ ὁ φύλαξ σου τῆς ζωῆς ἄγγελος προπορεύσεται· χαρὰ ἐν οὐρανῷ γενήσεται, θρηνήσει ὁ διάβολος, σκιρτήσω ἐγὼ ὁ τάλας, εὑρηκὼς τὸ ἀπολωλός μου πρόβατον, καί γε ἡ ἀδελφότης σου. Εἰ δὲ μὴ, ἔσῃ θήραμα τῷ διαβόλῳ, τοῦ οὐαὶ κληρονόμος, οὗ ῥυσθείης ὑπακούσας, καὶ σὺν τῷ ἀδελφῷ σου Σίλᾳ ἐλευσόμενος.

· Contents ·