Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 110: To the Wife of Demochares

ΡΙ΄. — Τῇ ὁμόζυγι Δημόχαρι.

Ἀφ᾽ ῆς ἡμέρας ἀνηγγέλη ἡμῖν ὁ θάνατος τοῦ μακαρίου στρατηγοῦ, μέχρι τοῦ δεῦρο, πολλὰ δοκιμάσαντες οὐκ εὐωδώθημεν ἐπιστεῖλαι τῇ τιμιότητί σου· καὶ νῦν δὲ ἐπιστέλλοντες οὐδέν σε ὠφελεῖν, οὐδὲ ἐλαφροποιεῖν τοῦ βάρους τῆς ἐνωδύνου καρδίας δυνάμεθα. Τίς γὰρ καὶ ἐξευρεθείη λόγος ἄλγος τοσοῦτον θεραπεύειν; Ἀλλ᾽ ἵνα καταδήλους ἑαυτοὺς ποιήσωμεν ὡς μετέσχομεν καὶ αὐτοὶ λύπης, οὐ μόνον ἐπὶ τῷ ἐνδημήσαντι πρὸς Κύριον· ὅτι ἀνὴρ ἀγαθὸς καὶ εὐσεβὴς, πρόμαχος ὀρθοδοξίας, καὶ ἀγωνιστὴς εἰρήνης, ἀπολέλοιπεν ἡμᾶς, ὦ τῆς συμφορᾶς! ἀλλὰ καὶ ἐπὶ σοὶ τῇ καταλειφθείσῃ ἐρήμῳ τῆς ὁμοζυγικῆς ἐπικουρίας, ἄλλως τε καὶ φιλανδρούσῃ λίαν. Οὕτως οὖν ἀπαραμύθητον τὸ πάθος ἀπέδειξεν ὁ λόγος.

Ἀλλ᾽ ἐπεὶ οὐκ εἶ ἀδίδακτος τοῦ θείου διατάγματος, ὅτι Γῇ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ πάλιν· Ἵνα μὴ ἐπὶ τοῖς κεκοιμημένοις λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· ὡς ἀχθησομένοις σὺν τῷ Ἰησοῦ ὑπὸ Θεοῦ ἐν τῇ ἀναστάσει· παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν κενῶσαί σε τὸ πολὺ τῆς λύπης, λαβεῖν παραμύθιον μικρὸν, εἰς ἑαυτὴν γενέσθαι, ἱλαρῦναι τὴν ψυχήν· ἐπειδὴ καὶ τέκνα ἔχεις, καὶ οἰκία σοι πάρεστι μεγαλοφυής· καὶ εἰ μὴ ὁ νοῦς ἀνενέγκοι τῆς κατακρατήσεως τοῦ πάθους, διοικεῖν καὶ διέπειν ὀρθῶς οὐκ ἄν ποτε δυνηθείη.

Ἐπὶ πᾶσι δὲ κἀκείνῳ τῷ μακαρίῳ λυσιτελήσει τὸ λεγόμενον· οὗ τί ἂν γένοιτο περισπουδαστότερον; Τί οὖν λοιπὸν, ὦ κυρία; δὸς δόξαν τῷ ἀγαθῷ Θεῷ· φθέγξαι τὰ τοῦ Ἰὼβ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Εἴη ἐντεῦθεν ὡς ἀληθῶς μέγιστον κλέος, καὶ φανείης οἵου πεπαιδευμένου ἀνδρὸς ὁμόζυγος ἐγένου. Καὶ γὰρ ἐκεῖνος καὶ γνωστικὸς, καὶ σοφὸς, καὶ παιδευτὴς τῶν ἀμυήτων. Ὡς γὰρ οὖν ἐκεῖνος ἀνδράσιν ὑπόδειγμα καλὸν, ἔσο καὶ αὐτὴ γυναιξὶν, ἐκκλίνουσα τὸ φιλοπενθὲς, καὶ δεικνύουσα ὅτι σοι προστάτης ὁ Θεὸς, ὃς καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναί σε παρήγαγε, καὶ εἰς ἀκμὴν ἡλικίας ἤγαγε, καὶ τηλικούτῳ ἀνδρὶ συνέζευξε, καὶ αὖθις διαζεύξας ἑνώσειε διὰ τῆς ἀναστάσεως· ὥστε νόμισον ἀποδημίαν εἶναι τὸ πρᾶγμα. Οὐκ ἄρα ἤνεγκες τὴν στέρησιν, εἰ βασιλεὺς ἐπίγειος ἐπέτρεψεν; Οἶσον, δέσποινά μου, καὶ τήνδε, ἣν ὁ μόνος ἀληθινὸς καὶ πάντων βασιλεὺς ἐκέλευσε. Ναὶ, παρακαλοῦμεν, καί γε πιστεύομεν ἀπολήψεσθαί σε αὐτὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· φυλάττουσαν τὴν χηρείαν ἐν Κυρίῳ, καὶ τεκνοτροφοῦσαν ἄριστα τὰ καλὰ βλαστήματα· ἅπερ καὶ προσαγορεύομεν· καὶ ὁμοιοτρόπως σοι παραινοῦμεν φέρειν τὴν πατρικὴν στέρησιν, καὶ μητρικῇ διαπλάττεσθαι ῥυθμίσει πρὸς πᾶσαν εὐθύτητα.

· Contents ·