Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 12: To Paschal, Pope of Rome
ΙΒ΄. — Πασχαλίῳ πάπᾳ Ῥώμης.
Τῷ πάντα παναγεστάτῳ, φωστῆρι μεγάλῳ, ἀρχιερεῖ πρωτίστῳ, κυρίῳ ἡμῶν, δεσπότῃ ἀποστολικῷ πάπα, Ἰωάννης, Θεοδόσιος, Ἀθανάσιος, Ἰωάννης, Θεόδωρος, ἐλάχιστοι πρεσβύτεροι καὶ ἡγούμενοι τῶν Καθαρὰ, τῶν Πικριδίου, τοῦ Παυλοπετρίου, τῆς Εὐκερίας, τῶν Στουδίου.
Ἤδη που πάντως ἤκουσται τῇ κορυφαίᾳ ὑμῶν μακαριότητι τὰ κατὰ τὰς ἁμαρτίας ἡμῶν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ ἐπελθόντα. Καὶ γὰρ γεγενήμεθα εἰς παραβολὴν καὶ διήγημα ἐν πᾶσι τοῖς ἔθνεσι, Γραφικῶς εἰπεῖν· οὐ μὴν ἴσως ἡ ἀπαγγελία ἐντελῶς τε καὶ ἐπιστολικῶς. Διόπερ ἡμεῖς οἱ ἐλάχιστοι, εἰ καὶ μέλος που τοῦ σώματος Χριστοῦ ἔσχατον τυγχάνοντες· ὅμως τῆς κεφαλῆς ἡμῶν εἰργομένης, τῶν τε ἐν ἀδελφότητι προεχόντων ὧδε τε κἀκεῖσε διεσπαρμένων· ἠδυνήθημέν πως ἐκ τοῦ σύνεγγυς εἶναι καὶ διὰ τῆς εἰς ἀλλήλους καταμηνύσεως εἰς ἓν γενέσθαι καὶ πνεῦμα καὶ ῥῆμα· γράφοντες εἰ καὶ τολμηρῶς τάδε. Ἄκουε, ἀποστολικὴ κάρα, θεοπρόβλητε ποιμὴν τῶν Χριστοῦ προβάτων· κλειδοῦχε τῆς οὐρανῶν βασιλείας· πέτρα τῆς πίστεως, ἐφ᾽ ᾗ ᾠκοδόμηται ἡ καθολικὴ Ἐκκλησία. Πέτρος γὰρ σὺ, τὸν Πέτρου θρόνον κοσμῶν καὶ διέπων. Λύκοι βαρεῖς εἰσεφθάρησαν ἐν τῇ αὐλῇ Κυρίου· πύλαι ἅδου, ὡς πάλαι, προσεῤῥάγησαν αὐτῇ. Τί τοῦτο; διώκεται Χριστὸς σὺν μητρὶ καὶ θεράπουσιν· εἴπερ ἡ τῆς εἰκόνος καταδρομὴ, τοῦ πρωτοτύπου διωγμός. Ἐντεῦθεν κατένεξις πατριαρχικῆς κεφαλῆς· ἐξορίαι τε καὶ περιορισμοὶ ἀρχιερέων τε καὶ ἱερέων, μοναστῶν τε καὶ μοναζουσῶν· εἶρκταί τε καὶ σιδηρώσεις· βάσανοί τε καὶ τέλος θάνατοι. Ὢ τοῦ φοβεροῦ ἀκούσματος! ἡ σεπτὴ εἰκὼν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἣν καὶ δαίμονες φρίττουσιν· ἐνύβρισται· ἐξουδένωται· οὐ μόνον ἐν τῇ βασιλευούσῃ πόλει· ἀλλὰ γὰρ καὶ κατὰ πᾶσαν χώραν καὶ πολίχνην. Θυσιαστήρια ἠφανίσθη· ναοὶ ἡμαυρώθησαν· ἱερὰ ἐκοινώθη, ἐχέθη αἵματα καὶ χέεται τῶν ἀντεχομένων τοῦ Εὐαγγελίου. Διωγμοὶ καὶ φυγαδεῖαι τῶν ἔτι ὑπολελειμμένων. Ἐσίγησε πᾶν εὐσεβοῦν στόμα δέει θανάτου· ἀνέῳκται ἡ ἀντίθετος καὶ βλάσφημος γλῶσσα· σεσάλευται πᾶσα σὰρξ ἀμφοτερίζουσα. Οἴμοι, φησὶν, ὅτι ἐγενήθημεν ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ· οὐχ ὑπάρχοντος βότρυος.
Ἐφ᾽ ἡμᾶς, ὦ μάκαρ, ἐγένετο ταῦτα πάντα. Ἃ τίς μὲν οὐκ ἐπιστυγνάσειεν εἰς ἑαυτὸν τὰ τοῦ πλησίον ἀναθεωρῶν πάθη; Τίς δὲ οὐ λογίσοιτο προεισόδια εἶναι τῆς τοῦ Ἀντιχρίστου παρουσίας· τοσοῦτον διαφέροντα ὅσον εἰκὼν ἀρχετύπου, ἐφ᾽ ᾗ καὶ μαίνεται; Δεῦρο δὴ οὖν ἀπὸ Δυσμῶν ὁ Χριστομίμητος, Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. Πρὸς σὲ εἴρηκε Χριστὸς ὁ Θεὸς ἡμῶν· Καὶ σὺ ποτὲ ἐπιστρέψας στηρίξεις τοὺς ἀδελφούς σου. Ἴδε ὁ χρόνος καὶ ὁ τόπος· βοήθησον ἡμῖν ὁ ὑπὸ τοῦ Θεοῦ τεταγμένος εἰς τοῦτο· ὅρεξον χεῖρα καθ᾽ ὅσον οἷον τέ ἐστιν· ἔχεις τὸ ἰσχύειν παρὰ Θεῷ ἐκ τοῦ πάντων πρωτεύειν· ἐν ᾧ καὶ ἐτέθης. Πτόησον, δεόμεθα, τοὺς αἱρετικοὺς θῆρας σύριγγι τοῦ θείου λόγου σου. Ὁ ποιμὴν ὁ καλὸς, θὲς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· ἱκετεύομεν. Ἀκουσάτω ἡ ὑπ᾽ οὐρανὸν, ὅτι ὑφ᾽ ὑμῶν ἀναθεματίζονται συνοδικῶς οἱ ταῦτα τετολμηκότες, καί γε ἀναθεματίζοντες τοὺς ἁγίους Πατέρας ἡμῶν. Τοῦτο εἴη Θεῷ εὐπρόσιτον· ἀγγέλοις καὶ ἁγίοις χαρμόσυνον· σαλευομένοις στήριγμα· ἑδραιουμένοις ἐπισφράγισμα· καταπεπτωκόσιν ἀνάστημα· πάσῃ Ἐκκλησίᾳ ὀρθοδόξων ἀγαλλίαμα· καί γε τῇ σῇ κορυφαιότητι κατὰ τοὺς πάλαι προηγησαμένους μνημόσυνον αἰώνιον. Οἱ ἐν τοῖς ὁμοίοις καιροῖς τὰ παρ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν νῦν αἰτούμενα δεδρακότες πνευματοκινήτως· καὶ μνημονεύονται, καὶ μεμακάρινται. Πάντως δὲ πιστεύομεν ὡς ἐλέῳ οἰκτιρμῶν καμπτόμενος δέξῃ ἡμῶν τὸ εὐτελὲς γράμμα· Χριστὸν μιμούμενος· ὃς Θεὸς ὦν τῶν ἁπάντων, οὐκ ἀπηξίωσε τὴν παρὰ Αὐγάρου ἐπιστολὴν καὶ δέξασθαι, καὶ πρὸς αὐτὴν ἀντιγράψαι.