Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 111: To the Monks of Myele
ΡΙΑ΄. — Τοῖς μονάζουσι Μυέλης.
Ἡ μὲν κοίμησις τοῦ ἀγαπητοῦ ἡμῶν ἀδελφοῦ Διονυσίου, τῇ ὡρισμένῃ βουλῇ τοῦ Θεοῦ πρὸ καταβολῆς κόσμου, ἤδη ὅρον ἔλαβεν. Ὑμῖν δὲ, ἀδελφοὶ, εὖ ποιήσαι Κύριος, ὅτι ὑπεδέξασθε αὐτὸν ἀσθενήσαντα κατὰ πάροδον ἐν τῇ διαφερούσῃ ὑμῖν μονῇ· καὶ τοῦτο μέχρις ἂν ἀπέθετο τὸ σκῆνος ἐν γῇ, καὶ ἀπέπτη εἰς οὐρανόν. Ὅτι δὲ ἄξιος τῆς ἐκεῖσε πορείας ὁ ἀδελφὸς, μαρτύρια πολλά. Πρῶτον μὲν ἡ μέχρι γήρους ἀπὸ νεότητος, δόκιμος αὐτοῦ ὑποταγή. Ἔπειτα δὶς ἐφυλακίσθη, ἅπαξ ἀπῆρεν ἐν τῇ Δύσει, ὑπὲρ τῆς καθ᾽ ἡμᾶς Ἐκκλησίας ἀπόστολος· ὅνπερ εὐλόγησεν ἀποστολικὸν στόμα, καὶ ἤνεσε Ῥωμαίων Ἐκκλησία· ὃς καὶ μεμαρτύρηται ὑπὸ πολλοῖς ἀδελφότητος αὐτοῦ. Ἀνὴρ δυνατὸς ἔργῳ καὶ λόγῳ, ἐργάτης ἐντολῶν Θεοῦ, στύλος καὶ ἑδραίωμα τοῦ οἰκείου κοινοβίου· πολλὰ ἐνδειξάμενος ἀρετῆς ἰδιώματα, καὶ νῦν αὐτὸ τοῦτο κατὰ τὸν παρόντα διωγμὸν, περιερχόμενος πόλεις τε καὶ χώρας, ὑστερούμενος, θλιβόμενος, ἐν τῷ διακονεῖν τὸν τῆς ἀληθείας λόγον, μέχρις ἀπέπνει ἐκδημήσας πρὸς Κύριον. Τοιοῦτον οὖν, ὡς ἡ ἀλήθεια ἔχει, ἐξεναγήσατε δοῦλον Κυρίου, καὶ τηλικοῦτον λείψανον ἅγιον παρ᾽ ὑμῖν ᾠκονομήθη ἀποθησαυρισθῆναι. Διὸ καὶ μᾶλλον προσετέθημεν τῇ κατὰ Θεὸν ἀγάπῃ ὑμῶν, καὶ ἐπευχόμεθα ὑμῖν τὰ ἀγαθὰ τῆς ἄνω Ἰερουσαλὴμ, ἀνθ᾽ ὧν μετὰ ἀληθινῆς καρδίας ὑπεδέξασθε τὸν ὅσιον Διονύσιον, οὗ τὸ μνημόσυνον μετὰ τῶν ὁμοταγῶν ἁγίων.