Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 112: Catechetical Letter to His Disciples

ΡΙΒ΄. — Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάς.

Ἀδελφοὶ καὶ Πατέρες. Ἄλλοι μὲν λυπηρῶς ἀναγγέλλουσι τὰς τῶν οἰκείων ἀποβιώσεις· ἐγὼ δὲ καὶ λίαν περιχαρῶς. Διὰ τί; ὅτι οἱ ἀποβεβιωκότες ἀδελφοὶ ἡμῶν ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, Ἀνθος ὁ φερώνυμος ἠνθηκὼς τὰς ἀρετὰς, καὶ Διονύσιος ὁ διαπρέψας Διονυσιακῶς καθ᾽ ὁσιότητα. Οἷος δὲ καὶ ὁ θάνατος ἀμφοτέρων, δίκαιον εἰπεῖν. Ὁ μὲν ἐληλυθὼς ἀπὸ τῆς οἰκείας ξενίας ἄρτι, καί γε συνταξάμενος ἡμῖν αὐτὰ δὴ τὰ τελευταία, ἐν τῇ ὑποστροφῇ καθ᾽ ὁδὸν νοσηλευθεὶς κεκοίμηται ἱερῶς ἐν μοναστηρίῳ τῆς Μυέλης. Ὁ δὲ ἀσθενείᾳ περιπεσὼν, ὑπέστη, εἰ μὴ προπετὲς εἰπεῖν, τὰ τοῦ ἀοιδίμου Ἰὼβ παθήματα. Καὶ γὰρ τὰς σάρκας αὐτοῦ εἶδε ῥυϊσκομένας, καὶ τὰ ὀστᾶ κεκολλημένα τῇ σαρκί. Πόνοι ἀνύποιστοι, πληγαὶ τραυμάτων, ῥύσις τῆς γαστρὸς ἄμετρος, μόνη ἡ πνοὴ παραμένουσα· ἐν οἷς εὐχαρίστως καὶ αὐτὸς πρὸς Κύριον. Ἴδε οἱ μακάριοι, ὡς καὶ αὐταὶ μάρτυρες, Διονύσιος ὁ τοῦ Θεοῦ ἐργάτης δόκιμος, καὶ Ἄνθος τὸ ἀρνίον τοῦ Χριστοῦ. Διονύσιος ὁ μέχρι γήρους τὸ τῆς ὑποταγῆς ἄεθλον ἀπὸ νεότητος τετελεκώς· καὶ Ἄνθος ὁ ἐκ παιδὸς ὀσιωθεὶς μέχρι μεσηλικιότητος καθ᾽ ὑποταγήν· ἀμφότεροι σκεύη εὔχρηστα τῷ Δεσπότῃ Θεῷ. Οὐ μόνον ἐν οἷς ὑμνήθησαν πρότερον καὶ ὕστερον· πρὸς δὲ καὶ φυλακῶν διαδήματα ἕνεκεν δικαιοσύνης περιεβάλοντο. Οὗ τί ἂν γένοιτο ἐνδοξότερον; Ἔχει δὲ θάτερος ἄλλο καύχημα, τὸ ἐξυπηρετῆσαι αὐτὸν τῷ κυρίῳ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ, καὶ ἐξυπηρέτησιν μακρὰν, καὶ οὐ μόνον μακρὰν, ἀλλὰ καὶ ἐπαινουμένην λίαν. Ἀμφοτέρωθεν οὖν ἀξιάγαστος ὁ ἀδελφός. Τί οὖν εἴπωμεν πρὸς ταῦτα, ἀδελφοί; ὅτι μεταβαίνομεν πάντως πάντες ἄνθρωποι ἐντεῦθεν, καὶ ἡ μετάβασις ἀπὸ παροικίας εἰς ἀληθινὴν κατάπαυσιν, ἐκ σκότους εἰς φῶς, ἀπὸ ταραχῆς εἰς γαλήνην, ἐκ πολέμου εἰς εἰρήνην, ὅπου οὐκ ἔνι δάκνων ὄφις, ὅπου οὐκ ἔνι τροπῆς φόβος, ὅπου κομίσεται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Διὸ σπεύσωμεν, ἀδελφοί μου, καὶ ἡμεῖς ὁσίως ἀποβιῶσαι· ὡς ἂν φύγοιμεν αἰωνίας κρίσεως, καὶ ἀξιωθείημεν βασιλείας οὐρανῶν. Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ὁ Θεὸς ἡμῶν, πῦρ καταναλίσκον. Φοβηθῶμεν, τέκνα ἀγαπητὰ, φρίξωμεν, διαναστῶμεν κατὰ τοῦ δράκοντος διαβόλου, καὶ οἱ δοκοῦντες ἑστάναι, καὶ οἱ ὑποσκελισθέντες· ὅτι τοῖς μὲν βραχεῖα χαύνωσις πτῶσιν ἀπεργάζεται θανάτου· τοῖς δὲ μικρὰ ἀνάνευσις ἴασιν ἀνατελεῖ ψυχικῶν τραυμάτων. Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ναὶ, ἀδελφοί μου· οὕπω ἡ θύρα κέκλεισται, οὔπω ἡ πανήγυρις διαλέλυται. Φεισώμεθα ἑαυτῶν· σκοπῶμεν πῶς ἐν ἄστει διατρίβομεν, ποῦ καθεζόμεθα, μεθ᾽ οἵων προσώπων διαλεγόμεθα, πηλίκη ἡ τροφὴ ἡμῶν, ἡ ἡσυχία, ἡ ὕπνωσις, ἡ ὁμιλία, ἡ ὕμνησις· ὅλη ἀρεστὴ Θεῷ, ὅλη ἐπωφελὴς τῷ πέλας.

Ἐλεεῖτε, βοηθεῖτε· μή τίς τι πράττοι παρὰ τὸ εἰκός. Τί ὄφελος ἐὰν ὅλον τὸν κόσμον κερδήσω, καὶ ζημιωθῶ τὴν ἐλεεινήν μου ψυχήν; τί μοι προσθήσεται ἐν ἡμέρᾳ θανάτου τῶν τῇδε ἠδυπαθειῶν τὸ τέλος; τί δὲ πείσομαι ὅταν τοὺς ὁμοταγεῖς μου ἴδω προσλαμβανομένους εἰς βασιλείαν Θεοῦ, ἐμαυτὸν δὲ αἱρόμενον εἰς τὸ ἐξώτερον σκότος; Ὄντως, ἀδελφοί μου, οὐδὲν ἡ εὐπάθεια τῆς σαρκὸς, οὐδὲν βασιλεία ἐπίγειος, οὐδὲν δόξα πρόσκαιρος, οὐδὲν πλοῦτος ῥευματιζόμενος, οὐδὲν τρυφὴ ἀποῤῥέουσα, οὐδὲν ἐν οὐδενὶ τῶν νομιζομένων τοῖς φιλοζώοις καλῶν καὶ ὡραίων ὄφελος· ἀλλὰ τὰ πάντα ματαιότης καὶ περίσσεια πνεύματος, ὥς φησιν ὁ τῶν ἁπάντων ἡδέων τοῦ τῇδε αἰῶνος ἀπόπειραν ποιησάμενος. Καὶ εἶθε ματαιότης μόνον· ἀλλ᾽ ὅτι ἀντ᾽ αὐτῆς αἰώνιοι βάσανοι ταμιεύονται τοῖς ἐγκεκυλισμένοις αὐτῇ. Ἡμῖν δὲ οἷς ἡ πνευματικὴ ζωὴ κεχάρισται ὑπὸ Κυρίου, πόση καὶ πηλίκη τιμωρία, εἰ μὴ φευξόμεθα αὐτῆς, ἀποκείσεται; Διὰ τοῦτο, ἀδελφοί μου, ὑπομιμνήσκω, παραινῶ, παρακαλῶ, ὡς ὀφειλέτης, ὡς δοῦλος ὑμῶν διὰ Κύριον· δικαίως καὶ ὁσίως πολιτευσώμεθα καὶ πρὸς τὸ ἑξῆς. Ἵνα κληρονομήσωμεν ζωὴν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·