Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 113: To Abbess Euphrosyne
ΡΙΓ΄. — Εὐφροσύνῃ ἡγουμένῃ.
Ἀπήτει τὸ συμβὰν περὶ τὴν μακαρίαν κυρίαν καὶ κοινὴν μητέρα· οὐ γὰρ παραιτοῦμαι καὶ ἡμῶν μητέρα αὐτὴν ὀνομάζειν διὰ τὴν ἀρετήν· αὐτοὺς ἡμᾶς ἀφῖχθαι, καὶ τὸν προσήκοντα ἐπιτάφιον ἐκείνῃ μὲν ᾆσαι· σοὶ δὲ τῇ ὑπολελειμμένῃ, καὶ οἱονεὶ ὀρφανῇ τῆς μητρικῆς σου συναφείας τε καὶ συμπνοίας, φθέγξασθαι παραμύθιον· εἴγε καὶ ἐξευρεθείη τοιοῦτον φάρμακον, δυνάμενον καταπραῦναί σου τὸ τῆς ψυχῆς ἀλγεινὸν καὶ συμπεπτωκός. Ἀλλ᾽ ἐπεὶ τοῦτο οὐκ ἐνδέχεται, διὰ γράμματος ἡ ἐπισκοπή. Ὦ πῶς ἀπέπτη ἀφ᾽ ἡμῶν ἡ καλὴ ἀμμὰς, ἡ Χριστοφόρος γυνὴ, τὸ κειμήλιον τῆς σωφροσύνης, τὸ κεχαριτωμένον πρόσωπον, τὸ τῆς εὐλαβείας τέμενος, τὸ πλῆρες ἡμερῶν, τῶν τε λυομένων καὶ μενουσῶν θέαμα, ὁ ἡγιασμένος ναὸς, ὁ ἐλαιὼν τῆς συμπαθείας, ὁ οἰκτιρμὸς τῆς ἐπιδόσεως, τὸ ζῶον ὄντως τὸ θεόπλαστον, ὁ ἄφθονος ὀφθαλμὸς, ἡ ἀβάσκανος καρδία, ἡ πρὸ τοῦ θανάτου ἔκδημος τῶν τῇδε διὰ τὸν ποθούμενον νυμφίον Χριστὸν, καὶ διὰ τὴν ἐκεῖσε ἄλυτον ζωὴν καὶ ἀκήρατον; Ὦ, ὦ, πόσα λαλήσας δυνηθείην κενῶσαι τὸ συνωθοῦν τὴν καρδίαν μου σεμνολόγημα! Καίτοιγε ὀψιμαθὴς ἐγὼ τῆς κυρίας καὶ τῶν ἐνουσῶν ὑμῖν ἀρετῶν, καὶ τοσοῦτον ἐν πείρᾳ, ὅσον ἄκρῳ δακτύλῳ ἐφαψάμενός τις μέλιτος. Ἀλλ᾽ ὅμως ἡ βραχεῖα γεῦσις δήλωσιν παρίστησι τῆς ὅλης γλυκύτητος, ἄλλως τε καὶ παρὰ τῶν μᾶλλον πεπειραμένων ὑμῶν τῆς ἀρετῆς ἀδελφῶν ἐκδιδαχθεὶς, ἀρκοῦσαν ἔχω τὴν περὶ αὐτῆς γνῶσιν ἐν Κυρίῳ. Ἐκείνη ἀπὸ τοῦ τοιούτου βίου ἤχθη εἰς τόδε τὸ πολίτευμα. Δεῖ γάρ με ἄνωθεν ὑπολαβεῖν, καὶ μικρόν τι ἐνδιατρίψαι τῷ λόγῳ παρηγορίας χάριν.
Ἔχει οὕτως. Τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν τὸ γένος, καὶ κατὰ τόπον, καὶ κατὰ τρόπον· εἴπερ ἡ Ἀρμενία, ὅθεν καὶ ἡ ἀρετή. Εἰ δὲ καὶ τὸ αἷμα δεῖ ζητεῖν· ἐκ βασιλικοῦ κράματος στρατηγίαι καὶ δημαγωγίαι, καὶ ἐν Ἀρμενίᾳ καὶ ἐν Γραικίᾳ, τοῦ ὁμοζύγου λέγω· ἐπεὶ καὶ τὴν πρώτην στρατηγίδα εἶλεν ἐνταῦθα, ὥσπερ καὶ τὴν πατρικιότητα, ὁ ἀνήρ. Οὗ ἀποῤῥαγεῖσα διὰ θανάτου, οὐκ ἤνεγκεν ἄζυξ μένειν, ἀλλ᾽ ἔχειν μνηστῆρα· τίνα ἄρα; οὐ τόνδε καὶ τόνδε ἄρχοντα ἢ βασιλέα, ὡς ἡ τῶν πολλῶν ἔφεσις, σαρκὶ καὶ αἵματι προσκειμένων· ἀλλὰ τὸν μόνον ὡραῖον νυμφίον, τὸν ἄρχοντα τῆς εἰρήνης. Διὸ καὶ εἰρηνώνυμος ἡ νύμφη, τὸν τῶν ὅλων βασιλέα Χριστὸν, τὸν Κύριον τῆς δόξης, καὶ τοῦτον διὰ τοῦ μοναδικοῦ ἐπαγγέλματος μνηστευσαμένη. Ἐφ᾽ ᾧ, ὅπως ἠρίστευσε πράττουσα τὰ τοῦ ἐραστοῦ, προδεδήλωκεν ὁ λόγος ὡς ἐν σκιαγραφίᾳ. Ταύτης ἡ ἀστράπτουσα προσευχὴ, ἡ κατάνυξις· ἡ τῶν δακρύων χύσις, ἡ ἀκατάλαλος γλῶττα, ἡ ἀπαῤῥησίαστος ἕξις, ἡ Χριστομίμητος ταπεινοφροσύνη, ἡ φιλέντολος δεξιὰ, ἡ θεηγόρος διάνοια, ἡ καιομένη τῷ τῆς ἀγάπης Χριστοῦ πυρὶ καρδία, καὶ τέλος ἡ ὀρθόδοξος λατρεία, καὶ τὸ πεφυλαγμένον τῆς αἱρετικῆς κοινωνίας μετὰ ἀνυποστόλου παῤῥησίας. Καὶ θαῦμα πῶς ἐν τῷ παριππεύσαντι διωγμῷ, οὐ μόνον ἑαυτὴν, ἀλλὰ καὶ σὲ, κυρία, καὶ ὅλην σου τὴν ἁγίαν συνοδίαν, ἀμέθεκτον σὺν Θεῷ ταύτης διεφυλάξατο· καλὴν κορωνίδα τῷ τέλει ἐπισφραγισαμένη· ἐκ τῶν ὀρθοδόξων πηγῶν μετασχοῦσα τῶν ἁγιασμάτων, κἀντεῦθεν ἀπάρασα, χαιρομένως· ὅπερ σημεῖον μέγιστον τῆς ὧν ἐπεπόθει ἐπιτεύξεως, Χριστοῦ τυχεῖν, καὶ μετὰ Χριστοῦ ἔσεσθαι εἰσαεί. Οὕτως οὖν ἐβίω ἡ μακαρία, καὶ οὕτως ἁγίως ἀπῆρε· καὶ οὕτως πιστεύομεν ἔχειν οἱ ἁμαρτωλοί. Λοιπὸν ἐπὶ σὲ ὁ λόγος μετενεκτέος. Δέσποινά μου, τί τοῦτο; ἵνα εἰ καὶ δριμὺς ὁ χωρισμὸς, ἀλλ᾽ ὅμως ἐνέγκης εὐχαρίστως, καθὰ καὶ ἀκηκόαμεν, καὶ ἐπῃνέσαμέν σε πάνυ· μὴ προϊεμένην κωκυτοὺς ἀλόγους, καὶ θρήνους ἀνελπίστους· ἀλλὰ δεόντως, καὶ ὡς ἀληθῶς μοναζούσης, καὶ ἀρίστης διδασκάλου, ὑποτυπούσης τῷ καθ᾽ ἑαυτὴν ὑποδείγματι τὰς πιστευθείσας σοι ψυχὰς ὑπὸ Κυρίου· μᾶλλον δὲ, ἵνα γνωριμώτερον εἴπω, ὡς ἐκείνης τῆς ἀοιδίμου ὁμοψύχου ὁμογνώμονος θυγατρὸς ἐν Κυρίῳ, νύμφης ἐν σαρκὶ, ἰσαρέτου ἐν πολιτείᾳ. Καὶ γὰρ μία ψυχὴ ἐν δυσὶ σώμασι τὸ καθ᾽ ὑμᾶς, καὶ αἰνετὸν καὶ δεδοξασμένον.
Οὐ τοίνυν εἰς ἅπαν ἐχωρίσθη σου, κυρία, κυρία· ἀλλὰ πρὸς μικρὸν, ἕως ἂν καὶ ἡμεῖς τὴν αὐτὴν ὁδεύσωμεν ὁδόν· πλὴν ὅτι καὶ πνευματικῶς καὶ ἄρτι πάρεστι καὶ συμφέρει σοι τὰ σπουδάσματα· καὶ τὸ μεῖζον, ὅτι καὶ ἐγγυτέρω γενομένη Θεοῦ, ἀντιβολεῖ τὰ περὶ σοῦ καὶ τῶν σῶν. Μὴ δὴ οὖν λοιπὸν καταπέσοις, παρακαλοῦμεν, ὡς ἀπροστάτευτος, μηδὲ ὡς μεμονωμένη. Ἔχεις αὐτὴν καὶ πρὸ αὐτῆς τὸν Θεὸν, οὗ τὰ πάντα· εἰ δὲ καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς, κατὰ τὴν ἐκείνης καὶ πρὸ θανάτου, καὶ ἐν τῷ ἀποπνεῖν αἴτησιν, ἔχεις· εἴπερ τι καὶ λυσιτελεῖν δύναιτο ἄνθρωπος ἁμαρτωλός. Αὕτη ἡμῶν ἡ ἐπιτάφιος προσφώνησις. Σὺ δὲ, ὦ μακαρία ψυχὴ (πρὸς αὐτὴν γὰρ ἐπιστρεπτέον), μὴ πρὸς ἡμῶν αἰτοῦ τὸν Θεόν σοί ἵλεω γενέσθαι. Ἀλλ᾽ αὐτὴ αὐτὸν ἡμῖν κατάλλαξον ταῖς πρεσβείαις· θαῤῥοῦμεν γὰρ τοῦτο ἰσχύειν σε· μηδὲ ὑμᾶς ἐπικούρους ἔχειν τὴν κυρίαν ἀδελφομητρότεκνόν σου. Ἀλλὰ σαυτὴν πάρεχε καὶ αὐτῇ, καὶ ἡμῖν, καὶ ὅλῃ τῇ ποίμνῃ σου ἐν Κυρίῳ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.