Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 114: To Julian the Vestetor

ΡΙΔ΄. — Ἰουλιανῷ βεστήτορι.

Ἐπειδὴ προσηγόρευσας ἡμᾶς διὰ τοῦ ἀδελφοῦ, ἀδελφὲ καλὲ, καλὸν ἡγησάμην διὰ γράμματος ἀντιπροσαγορεῦσαί σε· δεικνύων ἐντεῦθεν, ὡς ἀγαπητῶς ἔχω περὶ τὴν τιμιότητά σου· οὐ μόνον δὲ, ἀλλὰ καὶ μεριμνητικῶς εἰς τὸ σώζεσθαι αὐτὴν ἀπὸ τῶν τοῦ διαβόλου πειρατηρίων· ἴσθι γὰρ, ἀγαπητὲ, ὅτι ὡς λέων ἀεὶ περιέρχεται ζητῶν τίνα καταπίῃ. Ἔχε οὖν προσεκτικῶς· μέμνησο τῶν συνθηκῶν. Γέγραπται· Ἥμαρτες; μὴ προσθῇς· καὶ περὶ τῶν προτέρων σου δεήθητι. Καὶ πάλιν ὁ Κύριος λέγει· Πᾶν κλῆμα μὴ φέρον καρπὸν, αἴρει αὐτὸ ὁ Πατὴρ, καὶ εἰς πῦρ βάλλεται, καὶ καίεται. Φοβηθῶμεν οὖν τὸ ὑπόδειγμα· ἀγωνισώμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν, πρὶν ἢ ἐπιστῆναι τὴν ὥραν τοῦ θανάτου· μὴ ἐκκοφθῶμεν ὡς ἄκαρποι καὶ ἀτελεσφόρητοι τῆς ἀγαθῆς ἀμπέλου, ἥτις ἐστὶν ὁ Χριστός. Διὰ τοῦτο ἦλθον, φησὶν ὁ Κύριος, οὐχ ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω. Καὶ πάλιν λέγει· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Καὶ πάλιν· Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἤδη, ἀγαπητὲ, ὁ καλὸς Θεὸς ἡμῶν πάντα τὰ εἰς ἡμᾶς ἐπλήρωσεν· ἐπὶ γῆς ὥφθη, δούλου μορφὴν ἀνέλαβεν, ὑπήκοος ἐγένετο μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Καὶ ταῦτα Κύριος ὢν τῆς δόξης, καὶ τὰ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· ἀνακαλούμενος ἡμᾶς ἀπὸ τῆς ἐγγενομένης ἡμῖν διὰ τοῦ πρωτοπλάστου φθορᾶς· καὶ οὐ μόνον, ἀλλὰ γὰρ καὶ θεώσας ἡμᾶς διὰ τῆς ἁγίας αὑτοῦ σαρκός· οὗ καὶ ἀδελφοὶ ἠξιώμεθα καλεῖσθαι, καὶ σύσσωμοι, καὶ συμμέτοχοι, καὶ συγκληρονόμοι. Δεῖ οὖν ἡμᾶς πάσῃ φυλακῇ φυλάττειν ἑαυτούς. Ἐν μέσῳ παγίδων διαβαίνεις ἐν τῇ πόλει διερχόμενος· ὅρα μὴ ἐμπαρῆς. Ἐν φόβῳ Κυρίου ἡ ἀναστροφή σου ἔστω μετὰ ἀνδρῶν ἀγαθῶν· φεῦγε τοὺς ἀφυλάκτως ζῶντας· φεῦγε παίγνια καὶ γελοιάσματα νεωτερικά· φεῦγε κραιπάλας καὶ πολυποσίας φθοροποιούς. Πᾶν ῥῆμα σαπρὸν ἐκ τοῦ στόματός σου μὴ ἐκπορευέσθω· ἀλλ᾽ εἴ τι καλὸν εἰς οἰκοδομὴν τῶν ἀκουόντων. Μὴ φρόντιζε πλουτεῖν· ὅτι γυμνὸς εἰσῆλθες εἰς τὸν κόσμον τοῦτον, γυμνὸς καὶ ἀπελεύσῃ. Μὴ ἀγάπα τὴν δόξαν τοῦ κόσμου τούτου· ὅτι ὡς καπνὸς παρέρχεται. Ἓν φίλει μόνον τὸ ἀγαθὸν, τὸ καθαρὰν ἔχειν τὴν καρδίαν ἀπὸ τῆς ῥυπαρᾶς ἁμαρτίας· τὸ ἐπιτυχεῖν βασιλείας οὐρανῶν· καὶ φυγεῖν κρίσεως αἰωνίου. Τὰς ἐντολὰς, ἃς ἔλαβες, φύλαττε· κλῖνον πτωχῷ τὸ οὖς σου· ἡνίκα ἔχει ἡ χείρ σου βοηθεῖν, ὅρεξον τῷ δεομένῳ. Δύο λεπτὰ χήρας πτωχῆς ὑπερηκόντισαν πάντων τῶν ἐν τῷ γαζοφυλακίῳ ἐμβεβλημένων. Ὅρκος ἐν τῷ στόματί σου μὴ αὐλιζέσθω· ὁ γὰρ ὀμνύων οὐ σωθήσεται, κἂν δοκῇ πᾶσαν ἐντολὴν ποιεῖν. Ἐπισκέπτου ἄνθρωπον ἐν φυλακῇ, ἵνα ἐπισκεφθῆς ὑπὸ Κυρίου. Προσεύχου συνεχῶς, καὶ ψάλλε ἐν καρδίᾳ· ἵνα τὸ Πνεῦμα τὸ ἅγιον ὑποδέξῃ σύνοικον. Ταῦτα ἐκ πολλῶν ὀλίγα δείγματα ἀγάπης, ἐντολαὶ ἀγαθαὶ, ἃς ἀμφότεροι πράξοιμεν, καὶ σωθείημεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·