Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 115: To Abbess Euphrosyne

ΡΙΕ΄. — Εὐφροσύνῃ ἡγουμένῃ.

Ὡς καλὰ τὰ γράμματα τῆς τιμιότητός σου, καὶ τὸ λυπηρὸν ἐπιδεικνύμενα τῆς ἐπὶ τῇ ὁσίᾳ μητρὶ κοιμήσεως, καὶ τὸ ὑπομνηστικὸν τῆς ἐλπίδος ἔχοντα! Ὡς γὰρ τὸ πάντη ἄλυπον καὶ ἄδακρυ ἐπὶ τῇ τῶν κεκοιμημένων διαζεύξει, κατηγορεῖται (ἀναισθησίας γὰρ τεκμήριον)· οὕτω τὸ πέραν τοῦ μέτρου πάλιν κατακλᾶσθαι τῇ λύπῃ, τῶν μὴ ἐχόντων ἐστὶν ἐλπίδα ἀναστάσεως. Δεῦρο λοιπὸν, ἀδελφὴ ἐν Κυρίῳ, τὸ ἱκανὸν τοῦ πένθους ἀφοσιωσάμενοι, εἰς ἑαυτοὺς γενώμεθα· οὐχ ὅτι ἐκβαλεῖν τῆς καρδίας τὸ ἴνδαλμα τῆς ἁγίας ἐκείνης· μή τι γένοιτο· εἴη γὰρ ἐν ἡμῖν ὑπόμνημα πάσης παρακλήσεως καὶ διακυβερνήσεως· ἀλλὰ τὸ ἄγεσθαι εὐθυμότερον, καὶ διανύειν τὸν προκείμενον ἀγῶνα τῆς ἀσκήσεως. Οὐκ εἴασεν οὖν σε ἐν ἀώρῳ ἡλικίᾳ ἡ μήτηρ, οὐδ᾽ ἀμαθῆ τῶν θείων, οὐδ᾽ ἄπειρον τῶν ἐν βίῳ, πάντοθεν χάριτι Χριστοῦ ἱκανουμένην, καὶ βίου ἔμπειρον, καὶ φρονήσεως ἔμπλεων, καὶ γνώσεως εὔπορον, καὶ διοικήσεως εὔθετον. Καὶ ἡμερῶν ἀπηρτισμένων τῇ ζωῇ τῶν ἀνθρώπων, ἔχου δὴ τῆς οἰκείας ἀσφαλείας, λαμβάνουσα βοηθὸν, εἴτε οἴκοθεν, ἄνπερ καὶ ἔστιν, εἴτε ἔξωθεν. Οὐκ ἄπορον γὰρ εὑρεῖν γυναῖκα ἐπ᾽ ἀναθέσει τῶν συμπιπτόντων ἔστιν ὅτε δυστεκμάρτων πραγμάτων, ὧν τὴν λύσιν εἷς νοῦς οὐχ οἷός τέ ἐστι δοῦναι.

Ἔχου δὴ ὁμοίως καὶ τῆς κυβερνήσεως τῶν ὑπὸ χεῖρα ἀδελφῶν, καθηγουμένη ἐν Κυρίῳ μετὰ πάσης μακροθυμίας, μετὰ συμπαθείας, μετὰ ἐκζητήσεως τῶν ὀφειλομένων· μήτε καταπιέζουσα σφοδρῶς, ἀλλ᾽ ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, τὰ κατ᾽ αὐτὰς ἀμειβομένη· ὡς καὶ αὐτὴν τὴν ψυχὴν προέσθαι ὑπὲρ αὐτῶν· μηδ᾽ αὖ ἀνεῖσα ὁλικῶς τὰς ἡνίας τοῦ χαλινοῦ· αἴτιον γὰρ τοῦτο διαλύσεως, ἀταξίας τε καὶ ἀφιλοτεκνίας. Οἶδας ὅπως συνούσης τῆς μητρὴς ἐποίεις· οἶδας ὅτι οἱ ὀφθαλμοὶ πασῶν αὐτῶν εἰς σὲ βλέπουσιν ὡς εἰς Θεὸν, ὁρῶσαι τὸ πρόσωπόν σου, μεσιτεῦον αὐταῖς τὰ πρὸς αὐτόν. Εἰ δὲ αὐτὴ οὕτως, δῆλον ὅτι κἀκείναις ὀφειλόμενόν ἐστιν ἄλλο μηδὲν ἀναπνεῖν, ἢ ὅπερ σὺ ἡ διδάσκαλος καὶ ἐρᾶς, καὶ ἐντέλλῃ, καὶ διαγορεύεις· καὶ ἁπλῶς ὡς τέκνα γνήσια πρὸς μητέρα, ὡς μέλη ἐκ μέρους πρὸς κεφαλὴν, ὡς ἄνθη πρὸς ῥοδωνιάν. Ἐπὶ τούτῳ γὰρ καὶ ἑληλύθεισαν ἐπὶ τὸ αὐτὸ, καταλιποῦσαι κόσμον καὶ τὰ ἐν κόσμῳ, γονεῖς τε καὶ ἀδελφοὺς, οἰκείους καὶ φίλους, ὑπάρξεις τε καὶ σχέσεις σαρκὸς, ἀζυγίαν ἀγαπήσασαι, καὶ Χριστὸν νυμφευσάμεναι. Ἵνα ὁσίως καὶ παρθενοπρεπῶς ζήσασαι, κληρονομήσωσι βασιλείαν οὐρανῶν· καὶ τὸ μετὰ Χριστοῦ εἰσελθεῖν εἰς τὸν οὐράνιον ἐκεῖνον καὶ ἀνεκλάλητον νυμφῶνα. Τοιοῦτον καὶ αὐταῖς καὶ σοὶ, κυρία, τὸ ἀγώνισμα καὶ ἐπάγγελμα· τούτῳ καὶ προσέχωμεν· ἐν τούτῳ καὶ κινώμεθα καὶ διαζῶμεν· μὴ ἀποβλέπουσαι ὧδέ τε κἀκεῖ, ὅτι οὕτως ἐκεῖνο τὸ μοναστήριον, καὶ οὕτως τὸ ἄλλο μοναστήριον. Βλαβερὸν τοῦτο· τῇ ἐντολῇ δεῖ παραμετρεῖν ἑαυτοὺς, ἀλλὰ μὴ τοῖς πέλας. Ἐντεῦθεν γὰρ οὐκ ἔρχεταί τις εἰς τὸ ὀρθοποδεῖν, οὐδὲ θεοπρεπῶς πορεύεσθαι. Ἐπειδὴ ἡ παροῦσα γενεὸ καὶ ὀλίγωρός ἐστιν, ἐκλελοιπυῖα τοῦ ἠκριβωμένου βίου, καὶ τὸ ἀπ᾽ αὐτῆς κανονίζεσθαι ἕωλον καὶ ἀλυσιτελές· ἐκεῖ σκοπῶμεν οὗ ὁ ἱερὸς βίος, ἔνθα ἔλαμψεν ἡ εὐαρέστησις Κυρίῳ. Ὁρᾶς, ἀδελφὴ καὶ μήτηρ πνευματικὴ, ὅπως με ἠνάγκασεν ἡ κατὰ Θεὸν ἀγάπη παρῥησιασθῆναι ἐν ὑμῖν; οὐδὲν πλέον ἔμελλον ἂν ποιεῖν, εἰ πρὸς μητέρα τὴν ἐμὴν, καὶ πρὸς ἀδελφὰς κατὰ σάρκα ἦν μοι διαλέγεσθαι. Πλὴν ὅτι πάντες σῶμά ἐσμεν Χριστοῦ, καὶ ἕνα πατέρα ἐπικαλούμεθα τὸν ἀγαθὸν Θεὸν ἡμῶν. Ὥστε ἀδελφοὶ πάντες ἀλλήλων, καὶ σύσσωμοι, καὶ συμμέτοχοι, καὶ συγκληρονόμοι. Κἀντεῦθεν τὸ φιλεῖν ἡμᾶς καὶ σώζεσθαι ὑμᾶς, καθάπερ ἀγαπᾷ Κύριος, καὶ ἐντέταλται. Εἰρήνη σοι τῇ κυρίᾳ μητρί. Εἰρήνη ταῖς ἀδελφαῖς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

· Contents ·