Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 116: To John the Hermit
ΡΙϚ΄. — Ἰωάννῃ ἐρημίτῃ.
Ἡδὺ θέαμα ὁπόταν τις θεάσοιτο, τοῦτο καὶ μετὰ τὴν ἀναχώρησιν εἰς νοῦν ἀεὶ ἀναθεωρεῖν εἴωθεν. Οὕτως οὖν καὶ ἡμεῖς οἱ ταπεινοὶ, θεοτίμητε, ἅπαξ σε βλέψαντες, καὶ ὡμιληκότες, οὐκ ἐπιλελήσμεθα· ἀλλὰ φανταζόμενον ἔχομεν ἐν τῇ διανοίᾳ· αὐτὸ τοῦτο γαννύμενοι ὁρᾷν ἄνθρωπον Θεοῦ, προσώπῳ τε καὶ ὁμιλίᾳ χάριν θείαν λάμποντα, καὶ εἰς δοξολογίαν Θεοῦ προτρεπόμενον. Ἔσχες δὲ τοῦτο τῇ ἐρημικῇ μονώσει, καὶ τῇ προσευκτικῇ προσελεύσει· λαμπρυνθεὶς Μωσαϊκῶς τὴν ὄψιν πρὸ τοῦ ἀῤῥήτου φάους. Διὸ καὶ αὖθις γλιχόμεθά σε κατοπτεῦσαι, καὶ συμμετασχεῖν τῶν ἐν σοὶ χαρίτων, κατὰ δευτέρωσιν ἁγιαστικοῦ μετουσιαομοῦ, σὺ πρὸς Θεὸν, καὶ ἡμεῖς παρὰ σοῦ. Ὁρᾶς ὅσον σε Θεὸς ἐδόξασεν, ἐπεὶ ἐδόξασας αὐτόν; ἀλλὰ καὶ ἔτι δοξάσειεν ἐν τέλει τοῦ βίου, ἀποπεραίνοντα ἀξίως τὸν δρόμον. Ἡμῖν δὲ τοῖς ἁμαρτωλοῖς εὔξαιο κἂν ἄρξασθαι τοῦ σωτηρίου δρόμου· ἐπείπερ μακρὰν ἀπὸ Θεοῦ οἱ ἐλάχιστοι. Ἡ πρώτη ἐπιβολὴ τοῦ λόγου ἐν τούτοις.
Τίς ἡ δευτέρα; Περὶ Θεοκτίστου τοῦ ἐρημίτου· ὃς ὅπως διεῤῥάγη ἐξ αἱρετικῶν τινων ὑποθέσεων τοῦ σώματος τῆς Ἐκκλησίας, αὐτὸς ἡμῶν μᾶλλον ἐπίστασαι, τιμιώτατε. Πλὴν ὅτι καὶ ἡμεῖς προπέρυσι πλησιάσαντες τοῖς καθ᾽ ἡμᾶς ἐνδιαιτήμασιν, ἐξεμάθομεν παρὰ τῶν εἰδότων τὰ τοῦ ἀνδρός. Οὐ μὴν ἀλλὰ καὶ διὰ γραμμάτων ὑπεμνήσαμεν καὶ παρεκαλέσαμεν ἀποσχέσθαι αὐτὸν τῶν σκοτεινῶν ἐκείνων καὶ δαιμονοποιῶν φθεγμάτων, ὀρθοδοξεῖν δὲ μᾶλλον ἐπί τε τῆς παναγίας Θεοτόκου, καὶ τῶν ἄλλων τρόπων. Νῦν οὖν Νικάνωρ ὁ ἡμέτερος ἀδελφὸς φοιτήσας πρὸς ἡμᾶς, ἀπήγγειλεν ἐλθεῖν εἰς μετάγνωσιν τὸν ἄνδρα, καὶ ἐθέλειν ὁμοφρονεῖν τῇ Ἐκκλησίᾳ· λέγειν δὲ μηδὲ γράμμα ἐμὸν εἰληφέναι, ἀλλὰ καὶ ἐρᾶν δέξασθαι. Ἐπεὶ οὖν, Πάτερ ἅγιε, γέγραπται· Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται. Καὶ, Ὁ ἀποστρέφων ἄνθρωπον ἐκ πλάνης ὁδοῦ αὐτοῦ, καλύψει πλῆθος ἁμαρτιῶν· δεῖ τὴν ἁγιωσύνην σου διαναστῆναι, καὶ δοῦναι χεῖρα βοηθείας τῷ πλανωμένῳ. Ἐν τούτῳ γὰρ Θεοῦ συνεργὸς ἔσῃ. Ἔσται δὲ τοῦτο πῶς; ἵνα δηλώματι ἄξοις τὸν Θεόκτιστον πρὸς σὲ, εἴποις τε καὶ διαλεχθῇς τὰ εἰκότα. Καὶ εἰ μὲν εὕροις αὐτὸν εἴκοντα τῷ θείῳ λόγῳ, εἴποις καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ, ὅτι εἰς αὐτὸ τοῦτο κεκίνημαι φιλῶν τὴν σωτηρίαν αὐτοῦ· κἂν δοκιμάζοις, ὁ Πατὴρ, κἀκεῖνος ἐρᾷ, ἐπιστείλω αὐτῷ εὐθέτως, ὥστε ἀμφοτέρωθεν ἐλκυσθῆναι, καὶ κερδηθῆναι τὸν ἀπολλύμενον. Τοῦτο γὰρ βούλεται Θεὸς, κἂν τοῦτο ἦλθεν ἐπὶ τῆς γῆς τὸ ἀπολωλὸς ἐκζητῶν ἐπιστρέψαι· καὶ τῆς εἰς αὐτὸν ἀγάπης ἀπόδειξιν τὴν τοῦ πέλας φιλίαν ποιεῖται ἡμῖν. Καὶ δεῖ παντὶ σθένει κινηθῆναι ἡμᾶς, Πάτερ ὅσιε· εἰς τοῦτο γὰρ κἀγὼ κινηθεὶς ἔγραψά σοι. Εἰ δὲ μετὰ τὴν τοιαύτην ἐπιχείρησιν ἀπειθῶν ἀπειθεῖ, ὄψεται ὁ ἀνομῶν· λέγει Κύριος· Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν· ὡς οὖν εὐοδοῖ Κύριος, ἀγαθύνθητι, Πάτερ, δηλοποιῆσαί μοι γράμματί σου τιμίῳ.