Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 117: To Marianus the Spatharius

ΡΙΖ΄. — Μαριανῷ σπαθαρίῳ.

Ἕλκει ἡμᾶς ἡ εὐσέβειά σου πρὸς τὸ γράφειν, ὡς ὄφελος, φησὶν, εὑρίσκουσα· καὶ οὐ δοκῶ· ἐπείπερ ἡμῶν σὺν τῷ βίῳ, καὶ ὁ λόγος ἄχρηστος· ἀλλ᾽ ὡς ἀγάπῃ φερομένῃ. Ἡ ἀγάπη γὰρ, φησὶν ὁ Ἀπόστολος, τὸ κακὸν οὐ λογίζεται. Πλὴν ὁποτέρως ἂν ἔχοι, εἴκω καὶ πείθομαι τῷ ἡμετέρῳ ἐραστῇ, τῷ ἀγαθῷ ἀνδρὶ, τῷ πανευφήμῳ ἄρχοντι, τῷ τροφίμῳ τῆς εὐσεβείας, τῷ θρέμματι τῆς ὀρθοδοξίας, τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, τῷ φιλητῇ τῶν μοναστῶν. Πολλά σου τὰ ἐγκώμια, κάλλιστα τὰ ἀριστεύματα. Ἀλλὰ βλέποις, ὁ δεσπότης μου, πῶς περιπατεῖς· τοῦτο γὰρ βοᾷ ὁ Ἀπόστολος, μὴ ὡς ἄσοφος, ἀλλ᾽ ὡς σοφός· μὴ ὡς φιλόσαρκος, ἀλλ᾽ ὡς φιλόθεος· μὴ ὡς ἀθάνατος, ἀλλ᾽ ὡς ἐμμέριμνος ἐξόδου· τὸ κοινὸν χρέος, τὸ ἀνυπέρβατον ὁροθέσιον. Οὐκ ἔστι γὰρ, φησὶν, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον. Τίνα οὖν ἀμφοτέρων τὰ ἰδιώματα, εἴποις ἄν; Ἐγώ σοι διεξίημι, φίλε· τοῦ μὲν πρώτου χορεύματα, γελοιάσματα, παίγνια, αἰσχρολογήματα, οἰνοφλυγίαι, γαστριμαργίαι, μετεωρισμοὶ, διάκενα φυσήματα, καλλωπίσματα ἀλλεπάλληλα, φιλοπλουτίαι, ἔρωτες, καὶ τὰ πλείω καὶ βαρύτερα αἰδοῖ τῆς ἐξουσίας σου ἀφίημι. Καί γε οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν, ἀπέφηνεν ὁ Ἀπόστολος. Δεῦρό σοι καὶ τοῦ ἑτέρου ὑποδείξαιμι τὰ κράτη. Πτωχείᾳ πνεύματος, κατανύξεως δάκρυα, πραότης, εἰρήνη, ἐλεημοσύνη, νοῦ πρὸς Θεὸν θεωρία, ἀφιλαργυρία, μισοκοσμία, αὐτάρκεια, ἐγκράτεια· κατὰ δύναμιν τῆς ἐφ᾽ ἑκάστῳ δυνάμεως, ὑπὲρ ὁμόζυγον, ὑπὲρ τέκνα, ὑπὲρ γονεῖς, ὑπὲρ ἀδελφοὺς, ὑπὲρ ἅπαντας ἁπλῶς, ἀγαπᾶν τὸν Κύριον τὸν ποιήσαντα ἡμᾶς, τὸν ὑπὲρ ἑνὸς ἑκάστου ἐκδεδωκότα ἑαυτὸν εἰς θάνατον.

Ταῦτα καὶ τὰ τούτοις ὅμοια, καὶ τοῦ ἀληθινοῦ Χριοτιανοῦ. Μὴ γάρ τοι νομίσῃς, δέσποτα, ἐπὶ μονάζοντος τὰ λεχθέντα, ἀλλ᾽ οὐχὶ καὶ ἐπὶ λαϊκοῦ τὰ πάντα ἐπίσης (κἂν ἐν τῷ μονάζοντι ἐπιτεταμένως) πλὴν ἀγαμίας καὶ ἀκτημοσύνης, ἐν οἷς ὁ κοσμικὸς οὐ κατακέκριται· ὅμως κἀνταῦθα ἐγκρατείας καιροὶ, καὶ αὐταρκείας θεσμοί. Ἔχοντες γὰρ, φησὶ, διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς τὸ ἄφυκτον βάραθρον. Καὶ πάλιν, Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν. Ἰδοὺ, δέσποτά μου, ἠνάγκασάς με τὸ δικαίωμα τοῦ Θεοῦ ἀναγγεῖλαί σοι. Σπεύσωμεν ἀμφότεροι σωθῆναι. Ἀρκετὸς ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, τὸ θέλημα τῆς σαρκὸς κατεργάσασθαι. Νῦν, φησὶν ὁ Ἀπόστολος, καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας. Ἰδοὺ ὁ ἀγαθὸς Θεὸς ἐκδέχεται ἕως ἐσχάτης ἀναπνοῆς τὸν καρπὸν ἡμῶν· μὴ εἴποι· Ἔκκοψον αὐτὸν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; μὴ κλείσῃ καθ᾽ ἡμῶν, καὶ οὐκ ἔστιν ἄνοιξις· μὴ λάβοι ἡμᾶς ὁ διάβολος εἰς μέρος αὐτοῦ, συγκολαζομένους αἰώνια· μὴ ἀνάρπαστοι ἄφνω γενοίμεθα. Ποσάκις ἐγγύας δεδώκαμεν, ὡς εἰ τῆς ἀσθενείας, ἢ τοῦδε τοῦ κινδύνου, ἢ τῆσδε τῆς θλίψεως ῥυσθῶμεν, Θεῷ γνησίως δουλεύσομεν· καὶ πάλιν ἐπελαθόμεθα τῶν συνθηκῶν; ἕως πότε ἀνέξεται; ἕως τίνος ἐάσει; Ἀνάγκη πάντως μικρὸν ὕστερον ἐξελθεῖν τῶν ἐνθένδε. Μὴ τοίνυν εὑρεθῶμεν ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων, ἵνα μὴ τὸ οὐαὶ ἡμῖν εἴη αἰώνιον καὶ ἀπέραντον· ἀλλ᾽ ἐν ἑτοιμασίᾳ εὐαρεστήσεως, ὅπως συμβασιλεύειν Κυρίῳ καταξιωθῶμεν εἰς ἀτελευτήτους αἰῶνας. Γένοιτο.

· Contents ·