Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 118: To Abbess Euphrosyne
ΡΙΗ΄. — Εὐφροσύνῃ ἡγουμένῃ.
Ἄρτι μᾶλλον ἀποδέχομαι τὴν τιμιότητά σου· ἀποκλαυσαμένην τὴν μακαρίαν μητέρα· ὅτε ἐξεληλυθὼς ὁ οἰκονόμος, ἀπήγγειλε παρακεκλῆσθαι αὐτὴν ἐν Κυρίῳ. Ἐφ᾽ ᾧ καὶ ἡ ταπείνωσίς μου ἀνείθη φροντίζοντος τὰ κατὰ σὲ ὡς ἀδελφῆς ἐν Χριστῷ. Δεῖ γὰρ, ὦ κυρία, ἐν τοῖς φιλτάτοις, καὶ τὸ τῆς ἀγάπης ἐνδεικνυμένους, πενθῆσαι φυσικῶς, καὶ τῷ τῆς ἐλπίδος ἐπερειδομένους δόγματι, παρακληθῆναι θεοπρεπῶς, μηδ᾽ ὁποτέρως λυμήνασθαι τὸ καλόν. Ἴσον γάρ ἐστιν ἀναλγησίας ἡ ὑπέρμετρος περιωδυνία. Μέτροις ἀγόμεθα καὶ κανόσι θείοις, καὶ μάλιστα οἱ τὸ τῆς τελειότητος ἐπάγγελμα ἐπανηρημένοι. Ἔκλαυσε καὶ Μωσέα τὸν θεόπτην ὁ λαὸς, ἀλλὰ τεσσαράκοντα ἡμέρας· καὶ Ῥαχὴλ τὴν θαυμασίαν Ἰακὼβ ὁ πατριάρχης σὺν τέκνοις· ἀλλὰ βραχείαις ἡμέραις· καὶ αὐτὸν Ἰωσὴφ ὁ πολυθρύλλητος, καὶ ἄλλους ἄλλοι ἔν τε Παλαιᾷ καὶ Νέᾳ Διαθήκῃ· ἀλλ᾽ ὡρισμένως, καὶ οὐκ ἀεί· οὕτω δὴ καὶ αὐτὴ ποιήσασα καὶ ποιοῦσα, ἐπαινετὴ, παρά τε Θεῷ καὶ ἀνθρώποις. Βλέποις ἀεὶ κατὰ νοῦν τὴν ποθουμένην, καὶ μάλα συμβουλεύω· ἐξ οὗ εὐκατάνυκτος ἔσῃ, μισόκοσμος, φιλόθεος, ἐμπαράσκευος πρὸς τὴν αὐτὴν ἔξοδον· οὗ τί ἂν γένοιτο σωτηριωδέστερον;
Τὸ πιστευθέν σοι ποίμνιον τοῦ Θεοῦ ποιμαίνοις ὁσίως ὡς μήτηρ πνευματικὴ, ἀλλ᾽ οὐκ ἄρχουσα ἀνθρωπίνως, ὡς τυποῦσα δι᾽ ἑαυτῆς ἐν τοῖς κατ᾽ ἐντολὴν, ἀλλ᾽ οὐκ ἀπαιτοῦσα τὰ ὑπὲρ δύναμιν· ὡς ἐπίσης ἐν πάσαις τῇ ἀγάπῃ καταμεριζομένη, ἀλλ᾽ οὐ προστιθεμένη ἄλλῃ ἄλλως δι᾽ αἵματος τρόπον. Ὁρᾷς ὅπως νενομοθετήμεθα πρὸς τῆς ἀληθείας; Ἀλλὰ τί φησιν ὁ μέγας Πέτρος; Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομίσοισθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Ἡλίκον σοι βοῆσαι ἐνώπιον Κυρίου· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἄ μοι δέδωκας. Προσθείην δ᾽ ἂν κἀκεῖνο· Ἐγὼ οὐκ ἐκοπίασα κατακολουθῶν σοι, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, Κύριε. Καὶ γὰρ οὕτως ἔχει. Πάντα Θεῷ δέδωκας, πάντα ἡγήσω σκύβαλα, ἵνα Χριστὸν κερδήσῃς. Ὥστε εἰ καὶ θλίψεις, αἷς συζῶσιν οἱ θείως διαβιοῦντες, φέροις, κυρία. Πολλαὶ γὰρ αἱ θλίψεις τῶν δικαίων, ὡς βοᾷ ὁ ἅγιος Δαυῖδ, νοητῶς τε καὶ αἰσθητῶς ἀναπτόμεναι παρὰ τοῦ ἐχθροῦ. Οὗ τὰ νοήματα μὴ ἀγνόει· οὗ τὰς μεθοδείας ταῖς προσευχαῖς τροποῦ. Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ὥς φησιν ὁ Ἀπόστολος, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ τῇδε κόσμου· ὧν διαφυγεῖν τὰς παγίδας, ἀγωνιστικὸν τῷ ὄντι. Ἔχοις ψυχὴν ἐν ᾗ ἀναθήσῃ τὰ συμβαίνοντα. Ἐντεῦθεν γὰρ χαλινὸς ἁμαρτίας καὶ βοήθεια θεία. Οἷον αἱ ἀδελφαὶ τὴν σὴν ἔχουσαι προστασίαν· δεῖ γὰρ αὐτὰς ἀνατίθεσθαί σοι τὰς ἑαυτῶν ὁρμὰς, καὶ πρὸς τί ἑκάστη ἐπιῤῥεπέστερον ἔχει, καὶ αὐτὴν ὑποδέχεσθαι· καὶ τὴν μὲν παρακαλεῖν, τὴν δὲ προθυμεῖσθαι, τὴν δὲ ἀσφαλίζεσθαι, καὶ ἁπλῶς τὸ πρόσφορον ἁπάσαις προσφέρειν. Καὶ μήτοι ἀκηδιάσῃς ἐν τῷδε. Θεὸς συνασπιστὴς, Κύριος ὑπερείδων· ἡμεῖς μόνον ἀρξώμεθα· καὶ αὐτὸς διδάσκει γνῶσιν. Ζηλῶ ὑμᾶς, φησὶν ὁ Ἀπόστολος, ζήλῳ Θεοῦ· ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Οὕτως ὑπολάμβανε τὰ καθ᾽ ἡμᾶς, ὅσον κατὰ ἔσχατον ἀπήχημα ἀφομοιώσεως· κἂν ἄλλως ἁμαρτωλοὶ ἡμεῖς. Καὶ ὁ Θεὸς τῆς εἰρήνης, ὁ καὶ τὴν συνώνυμον εἰρήνην κληθεῖσάν σου μητέρα ἐν εἰρήνῃ καὶ ὁσιότητι πρὸς ἑαυτὸν προσλαβόμενος, καὶ σὲ κατ᾽ ἴχνος ἐκείνης πολιτεύεσθαι ἀξιώσειε, ποιμαίνων ποιμαίνουσαν, καὶ ὁδηγῶν ὁδηγοῦσαν, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.