Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 119: To James the Monk

ΡΙΘ΄. — Ἰακώβῳ μονάζοντι.

Βραδεῖς καὶ ἡμεῖς πρὸς τὴν τῶν γραμμάτων ἀντίδοσιν ἀπηντήκαμεν, ἀδελφὲ τιμιώτατε, οὕτω τοῦ χρόνου δυσκολήσαντος· ἀλλ᾽ ὅμως ἀμειβόμεθά σε τοῖς ἴσοις τῆς ἀγάπης μέτροις· δυσχεραίνοντες μὲν ἐφ᾽ οἷς ἐξεῦρες καθ᾽ ἡμῶν ἐγκωμίοις, ὡς οὐκ ἐχόντων ἐπαίνου λόγον· εὐφραινόμενοι δὲ ἐπὶ τῇ διαπύρῳ ζηλοτυπίᾳ τῆς ἠκριβωμένης σου πολιτείας· φυλαττούσης ἑαυτὴν ἀκατάτακτον τῶν χυδαιομένων τῇ ἀδιαφορίᾳ, περὶ ἧς σοι καὶ ὁ πᾶς λόγος. Ἐγὼ δὲ οὐκ οἴομαι, φίλτατε, ὅπερ ἐσήμανας πρόσωπον οὕτω καὶ λέγειν καὶ πράττειν. Καὶ πῶς γὰρ ὁ ἐν βαθμῷ ἱεραρχίας ἀνηγμένος χαμαιζήλως ἄγοιτο; πῶς δὲ καὶ ὁ ἠθληκὼς δι᾽ ὁμολογίας συνυποφέρεται τοῖς ἀζηλώτοις καὶ ἀνιέροις; φὴς γὰρ λέγειν αὐτὸν, ὅτι τὸ καθέζεσθαι εἰς ἐπισκοπεῖον, ἐν ᾧπερ ἠσέβησεν ὁ κατέχων, τὸ κωλύον οὐδέν· καὶ τὸ παρὰ συγκαταβατῶν ἀνεπισκόπων σιτίζεσθαι, οὐδὲν μάχεται τῷ κανόνι τῆς εὐσεβείας. Καὶ πῶς τοῦτο οὐ μάχεται τῇ ἀληθείᾳ; τοῦ ἁγίου Δαυῖδ ψάλλοντος· Ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Τοῦ τε ἁγίου Ἀθανασίου προστάσσοντος, μηδεμίαν κοινωνίαν ἔχειν ἡμᾶς πρὸς τοὺς αἱρετικοὺς, ἀλλὰ μὴν μηδὲ πρὸς τοὺς κοινωνοῦντας μετὰ τῶν ἀσεβῶν. Πῶς δὲ οὐ κοινωνία, εἴπερ δεῖ καθέζεσθαι ἐν τόπῳ τοιούτῳ, κἀκ τῶν τοιούτων σιτίζεσθαι; οὐκ ἔχει φύσιν κἂν μὴ ἐκεῖσε κάθηταί τις, ἐκεῖθεν δὲ τρέφοιτο, αὐτὴ ἡ δόσις καὶ λῆψις κοινωνίαν ἐργάζοιτο· φησὶ γὰρ ὁ Ἀπόστολος· Οἴδατε καὶ ὑμεῖς Φιλιππήσιοι ὅτι ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησε χάριν δόσεώς τε καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνον· ὅτι καὶ ἐν Θεσσαλονίκῃ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. Εἰ οὖν τὸ ἅπαξ, καὶ δὶς λαβεῖν, κοινωνίαν ἀπέφηνε τὸ φῶς τοῦ κόσμου· τὸ ἀεὶ λαμβάνειν τίς ἂν εὖ φρονῶν οὐ φεύξοιτο ὡς ἀντίθετον φωτός;

Δεῖ δὲ τὴν ἁγιωσύνην σου ἐπιεικῶς καὶ ταπεινοφρόνως τῷ Πατρὶ τὰς ὑπομνήσεις εἰσοῖσαι· κἂν μὲν πεισθῇ, ἐκερδήσαμεν τὸν Πατέρα· εἰ δὲ μὴ, τὸ ἑαυτῶν ἀσφαλὲς μὴ προώμεθα. Περὶ γὰρ τοῦ παιδία βαπτίζεσθαι, ὑπὸ τῶνδε, τὴν ἐπιστολὴν ὅλην ἣν πρὸς τὸν αὐτὸν ἐγκαλέσαντα περὶ τοῦ αὐτοῦ πράγματος ἐχάραξα, καὶ τῇ σῇ τιμιότητι ἀπέστειλα, περιττὸν ἡγησάμενος δὶς ἐπὶ τὸ αὐτὸ εἰκαιολογεῖν. Οὕτως οὖν ἐγὼ ὁ ταπεινὸς φρονῶ, καὶ φρονοῦντας τοὺς ἁγίους ὁρῶ, ὡς δὲ ἑκάστῳ δοκεῖ ἔχειν εὔροιεν. Ἴσως δὲ φαίη ὁ ἀρτιζόμενος, ἐκ τοῦ ὀρθοφρονήσαντος καὶ ἐπιτιμηθέντος εἶναι τὴν λῆψιν· ἀλλ᾽ οὔπω ταῦτα. Ἕως δ᾽ ἂν κατέχοι τὴν ἐπισκοπὴν, εἰ καὶ μὴ ἱερουργεῖ, μηδὲ μετέχοι τῶν ἁγιασμάτων Ἡ δὲ ἀληθὴς μετάνοια, τῷ ἀφῆσαι τὴν ἐπισκοπὴν, καὶ πόῤῥω γενέσθαι, ὥσπερ τινὲς ἐποίησαν· ἀφ᾽ ὧν ἀβλαβὲς τὸ λαμβάνειν· μεθ᾽ ὧν καταδεκτὸν καὶ τὸ συνεσθίειν. Ἄλλο τι λέγειν οὐκ ἔχω· ἢ τὸ παρακληθῆναί σε προσεύχεσθαι περὶ τῆς ταπεινώσεώς μου· οὐ μόνον ὀρθολεκτεῖν, ἀλλὰ καὶ ὀρθοποδεῖν περὶ τὴν πρᾶξιν.

· Contents ·