Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 120: To Nicetas the Topoteretes

ΡΚ΄. — Νικήτᾳ τοποτηρητῇ.

Ἐπειδὴ ἐδωροφόρησεν ἡμῖν ἡ φιλέντολός σου δεξιὰ, τοῦτο κἀκεῖνο, δέσποτα, δέξοιτο καὶ τὰ πρὸς ἡμῶν τῶν εὐτελῶν. Αἱ ἡμέτεραι, ἀποστολαὶ, προσευχαὶ, εὐχαριστίαι, εἰ δέ τι καὶ ἕτερον δεῖ προσθεῖναι, νουθεσίαι. Καὶ τίνες αὗται; φοβεῖσθαι ὑμᾶς τὸν Θεὸν, πίστιν ἔχειν ὀρθὴν, ἀπέχεσθαι σαρκικῶν ἐπιθυμιῶν, πορνείας, μοιχείας, ἀκαθαρσίας, πάσης ἄλλης ἀσελγείας· αἱρεῖσθαι δὲ τὰ θεῖα πράττειν, ἐλεεῖν πτωχὸν, φείδεσθαι δούλων, ὀρέγειν χεῖρα τῷ πλησίον, ταπεινοφρονεῖν, συνεσταλμένον εἶναι, καὶ μὴ διακεχυμένον ταῖς αἰσθήσεσι, δι᾽ ὧν θάνατος ἁμαρτίας ἄνεισιν, αὐταρκείας ἔχεσθαι, μὴ μεθύσκεσθαι οἴνῳ, ἐν ᾧ ἐστιν, ἀποστολικῶς εἰπεῖν, ἀσωτίᾳ· μὴ φιλαργυρεῖν, ἐν ᾧ ἡ ῥίζα πάντων τῶν κακῶν ἐστι· σχολάζειν ἐν δεήσεσιν, ἐν ἀναγνώσεσιν, ἐν ψαλμωδίαις, ἐν μερίμνῃ θανάτου, ἐφ᾽ ᾗ κατάνυξις ψυχῆς καὶ δάκρυα. Δακρύων γὰρ ὁ παρὼν βίος, ὦ Χριστιανοὶ, ἀλλ᾽ οὐ γελώτων. Μηδαμῶς ὀμνύειν· μηδὲ ὅρκιον τὸ πολύτιμον ὄνομα τοῦ Θεοῦ διὰ στόματος φέρειν· οὐ γὰρ ἔστι τὸν ὀμνύοντα σωθῆναι. Καθαρεύειν φθόνου τοῦ Καΐνου, καταλαλιᾶς τῆς ὀλεθρίου, μίσους τοῦ ἐχθροθέου, λοιδορίας τῆς ἔξω τιθείσης βασιλείας οὐρανῶν· τιμᾶν τὸν βασιλέα, τοὺς γεννήτορας· ἀγαπᾶν ὡς ἑαυτὸν τὴν ὁμόζυγον, καὶ μὴ γνωρίζειν ἄλλην πλευρὰν πορνικὴν, ἐφ᾽ ᾗ ὀργὴ Θεοῦ. Πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Παιδεύειν ἐνθέως τὰ τέκνα, καὶ ἑαυτὸν ὑπόδειγμα τιθέναι τῆς αὐτῶν συνέσεως· καὶ ὅσα ἄλλα ὁ τῆς ἐντολῆς λόγος ἀπαιτεῖ εἰς σωτηρίαν ψυχῆς. Ταῦτα, ὦ δέσποτα, ἀμειπτήρια τῶν καλῶν σου παροχῶν· ἃ μὴ ἀτιμάσοις, κἂν ἐξ ἀτίμου στόματος προήχθη. Θεοῦ γὰρ ἐντολαὶ παντὸς χρυσίου καὶ λίθων πολυτίμων τιμαλφέστεραι.

· Contents ·