Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 13: To the Same
ΙΓ΄. — Τῷ αὐτῷ.
Τῷ τὰ πάντα παναγεστάτῳ Πατρὶ, κορυφαίῳ φωστῆρι οἰκουμενικῷ, κυρίῳ ἡμῶν, δεσπότῃ ἀποστολικῷ πάπα, Ἰωάννης, Θεοδόσιος, Ἀθανάσιος, Θεόδωρος, ἐλάχιστοι πρεσβύτεροι καὶ ἡγούμενοι τῶν Καθαρὰ, τῶν Πικριδίου, τοῦ Παυλοπετρίου, τῶν Στουδίου.
Ἐπεσκέψατο ὑμᾶς Ἀνατολὴ ἐξ ὕψους. Χριστὸς ὁ Θεὸς ἡμῶν· τὴν σὴν ἐν τῇ Δύσει μακαριότητα, ὥσπερ τινὰ λυχνίαν θεαυγῆ, εἰς περίλαμψιν τῆς ὑπ᾽ οὐρανὸν Ἐκκλησίας, ἐπὶ τὸν ἀποστολικὸν πρώτιστον θρόνον θέμενος. Καὶ γὰρ ἤσθημεν φωτὸς νοεροῦ οἱ ἐν σκότει καὶ σκιᾷ θανάτου ἐνισχημένοι τῆς πονηρᾶς αἱρέσεως· καὶ τὸ νέφος τῆς ἀθυμίας ἀπεθέμεθα· καὶ πρὸς χρηστὰς ἐλπίδας ἀνενεύσαμεν μεμαθηκότες δι᾽ ὧν ἀπεστείλαμεν ἀδελφῶν ἡμῶν καὶ συνδούλων, οἷα καὶ ἡλίκα πέπραχέ τε καὶ λέλεχεν ἡ ἁγία ὑμῶν κορυφαιότης· τοὺς μὲν αἱρετικοὺς ἀποκρισιαρίους ὡς λωποδύτας, μηδὲ εἰς ἱερὰν αὐτῆς θέαν προσηκαμένη, πόῤῥω δὲ ὄντας ἐνδίκως ἀποπεμψαμένη· τοῖς δὲ ἡμετέροις ταλαιπωρήμασι, διὰ τῆς ἐπακροάσεως τῶν γραμμάτων, καὶ διηγήσεως τῶν ἀποσταλέντων, ἐπιστυγνάσασά τε καὶ ἐπιστενάξασα θεομιμήτως, ὡς οἰκείοις μέλεσι. Καὶ ὄντως ἔγνωμεν οἱ ταπεινοί, ὡς ἐναργὴς διάδοχος τοῦ τῶν ἀποστόλων κορυφαίου προέστη τῆς Ῥωμαϊκῆς Ἐκκλησίας· ἀληθῶς πεπείσμεθα, ὅτι οὐκ ἐγκατέλιπε Κύριος τὴν καθ᾽ ἡμᾶς Ἐκκλησίαν· μιᾶς καὶ μόνης τῆς παρ᾽ ὑμῶν ἐπικουρίας ἄνωθέν τε καὶ ἐξ ἀρχῆς ἐν ταῖς συμβαινούσαις περιστάσεσιν ὑπαρχούσης αὐτῇ Θεοῦ προμηθείᾳ. Ὑμεῖς οὖν ὡς ἀληθῶς ἡ ἀθόλωτος καὶ ἀκαπήλευτος πηγὴ ἐξ ἀρχῆς τῆς ὀρθοδοξίας· ὑμεῖς ὁ πάσης αἱρετικῆς ζάλης ἀνῳκισμένος εὔδιος λιμὴν τῆς ὅλης Ἐκκλησίας· ὑμεῖς ἡ θεόλεκτος πόλις τοῦ φυγαδευτηρίου τῆς σωτηρίας. Ἀλλ᾽ ὅτι τολμηρὸν παρ᾽ ἡμῶν τῶν οἰκτρῶν καὶ ἀναξίων ἐγκώμια συναίρειν τῇ ὑπὸ θείων γλωσσῶν πάλαι μεμακαρισμένῃ ὑμῶν θεωνυμίᾳ· δέον ἐπὶ τὸ πονεῖν ἐλθεῖν.
Οἱ μὲν οὖν ἀσεβοῦντες τὰ συνήθη σὺν πάσῃ σπουδῇ καὶ μανίᾳ ποιεῖν οὐκ ἐνδιδόασι· πάντας ὑφέλκοντες καὶ κατασπῶντες εἰς τὸ τῆς αἱρέσεως βάραθρον δεδιττομένους τὸν θάνατον. Ἀνάγκη γὰρ πᾶσα, τὸν μὴ εἴκοντα τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων ὑποβληθῆναι σὺν τοῖς ἀκολούθοις, ὥστε κατὰ μικρὸν ὑποῤῥέειν, τὸ σχετλιώτατον, καὶ ἐξ αὐτῶν τῶν ἠθληκότων. Ἡμεῖς δὲ καὶ αὖθις οἱ ταπεινοὶ καὶ ἔσχατοι ἐν τοῖς μέλεσιν, ὑπέρ τε τῆς οἰκείας ἱερᾶς κεφαλῆς, καὶ τῆς ἐνισταμένης ὑπερεχούσης πατρότητός τε καὶ ἀδελφότητος, τολμῶντες πρεσβεύομέν τε καὶ ἐκλιπαροῦμεν, παρακληθῆναί σου τὴν ἁγίαν καὶ ἀποστολικὴν ψυχήν. Πρῶτον μὲν, ὅπερ καὶ πιστεύομεν ποιεῖν, μὴ καταλῆξαι τῆς ὑπὲρ στηριγμοῦ καὶ διασώσεως ἁπάντων θεοκλινοῦς προσευχῆς. Ναὶ, δεόμεθα τὰ ἱερώτατα σπλάγχνα. Ἔπειτα ἃ πνευματοκινήτως αὐτῇ βεβούλευται καὶ ὥρισται ἐπ᾽ ὠφελείᾳ μὲν ἡμῶν τῶν ταπεινῶν, αἰωνίῳ δὲ μακαρισμῷ τῆς οἰκείας ἀρετῆς, εἰς πέρας σὺν Θεῷ ἀγαγεῖν.