Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 121: To Thomas, Patriarch of Jerusalem
ΡΚΑ΄. — Θωμᾷ πατριάρχῃ Ἱεροσολύμων.
Ἡλίκον ἤσθημεν οἱ ταπεινοὶ τῆς διὰ τοῦ γράμματος πανσόφου ὑμῶν προσφωνήσεως ἠξιωμένοι, συνορᾷν πάρεστι τῇ κορυφαίᾳ ὑμῶν μακαριότητι· οἶγε τῷ ἀποστολικῷ βαθμῷ ὑπερανεστῶτες, καὶ τὸ τοῦ ἀδελφοθέου δι᾽ ἐννόμου διαδοχῆς ἐπέχοντες πρόσωπον, καὶ ψιλῇ προσρήσει τιμᾶν ἔχοιτε τοὺς καθ᾽ ἡμᾶς ἀγεράστους, κατὰ τὸ εἰκός· μὴ ὅτιγε τηλικούτων ἐπαίνων ὑψώμασιν· ὧν ἡμεῖς τοσοῦτον ἀποδέομεν, ὡς μικροῦ δεῖν μηδὲ τολμᾶν οἴεσθαι περὶ ἡμῶν ὑφ᾽ ὑμῶν ταῦτα λελέχθαι· ἀλλ᾽ οὐδέ τινος τῶν ἀνδρικῶν εἶναι τὰ ἐγκώμια· ἤγουν τοῦ θεσπεσιωτάτου ἡμῶν ἀρχιποίμενος· ἐφ᾽ ᾧ πᾶς καὶ παντὸς ὁ τῆς εὐφημίας εἰκότως ἀνάπτοιτο λόγος. Ἀλλὰ πῶς ἂν ἄλλως τὸ θεομίμητον ὑμῶν καὶ εὐσυμπάθητον ὑπεδείχθη· μὴ οὐχὶ ταῖς Πατρικαῖς διαθέσεσι θριαμβευόμενον· ὡς καὶ ἡλίου ἔξαλμα ἀκτῖσι κατασπειρόμενον; Πῶς δ᾽ ἂν ἑτέρως τὸ σύμψυχον ἡμῖν καὶ ὁμόγνωμον ἐγνωρίσθη· μὴ οὐχὶ πρὸς τοὺς τοῖς ἐναντίοις ὁποῖοί ποτε ἦσαν αὐτομολήσαντας διακρινόμενον; ἐφ᾽ οἷς εἰ καὶ τολμηρὸν, πρὸς ἡμῶν ὅμως ἔνδικόν ἐστι φάναι· Τί τοῦτο; ὅτι τῆς αἱρέσεως διωκτικῶς ἀναπαφλασάσης, ἐχρῆν τοὺς τῶν ὑψηλῶν θρόνων ἐξόχους, ὡς τοῦ Πνεύματος συμμάχους, καὶ τῶν ἀποστολικῶν ὑποθηκῶν ἐμπλέους, συγκινηθῆναι φιλαδέλφως, χεῖρα ὀρέξαι τοῖς ὑπὲρ ἀληθείας κάμνουσι συμπαθοπρεπῶς. Εἴτε γὰρ, φησὶ, πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη· κεφαλῆς δηλαδὴ οὔσης τοῦ ἐκκλησιαστικοῦ ὅλου σώματος Χριστοῦ τοῦ ἀληθινοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν.
Ὅπερ ὁ τῆς Δύσεως ἀποστολικὸς πεπραχὼς ὅσον ὤνησε, τί δεῖ καὶ λέγειν; ἐπιῤῥώσας μὲν τὰ τῶν ἐνισταμένων ὅτι μάλιστα φρονήματα. Εἴπερ καὶ σμικρὰ ροπὴ σθένος ἐμποιεῖν εἴωθε τῷ κάμνοντι, ἐπιῤῥαπίσας δὲ τῷ πνευματοκινήτῳ ἐλεγμῷ τῶν ἀσεβούντων τὰ φρυάγματα· οὗ τί ἂν γένοιτο σωτηριωδέστερον; οἷς δὲ τοῦτο ποιεῖν ἐξὸν, οὐτίπου ποιήσασι, τοὐναντίον δὲ, οὐκ ἔχω λέγειν ὁ τάλας, αἰδοῖ τοῦ τῆς μακαριότητος ἡμῶν ἀγγέλου, ὅσον ἂν εἴη τὸ κατηγόρημα. Ἀλλ᾽ ἐκεῖνα μὲν πέρας εἴληφεν, οἷον καὶ ἐξήκουσται ἅπασι· τοῦ ἀγαθοῦ Θεοῦ ἐκ ποδῶν ποιήσαντος τὸν ἀλιτήριον δράκοντα, καί γε θανάτῳ ἐξαισίῳ καὶ τῆς ἀποστασίας ἐνδίκῳ. Οὐ μὴν τὰ παρόντα καθὼς ὑπετόπασέ πως. Ὅτι ὁ μὲν χειμὼν παρῆλθεν οὐτίπου δὲ τὸ ποθούμενον ἔαρ· ἢ ὅσον αἰθρίαν τινὰ ὑπαυγάσαι, καὶ τήνδε διὰ τὸ ἀπ᾽ ἠοῦς νέφος. Ἀρκεῖν γὰρ ἡγοῦμαι ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, μήτε τῆς ὑμῶν μεγαλονοίας ἐνδεομένης μαθήσεως· μήτ᾽ αὖ τοῦ καιροῦ ἐπιτρέποντος φαίην ἐκδηλότερα. Οὗ χάριν καὶ αἱ ἱεραὶ ὑμῶν κεραῖαι ἀνεπίδοτοι. Πῶς γὰρ ἂν καὶ ἐπεδόθησαν, ἡμῶν τῶν εὐτελῶν ὧδέ που πορῤῥωτέρω τοῦ ἄστεος παρεῤῥιμμένων· ὥσπερ καὶ ἄλλων ἀλλαχῆ τῶν δεδιωγμένων; Καὶ γοῦν καὶ λογίαι, ὥσπερ ἐποθοῦμεν, οὔπω ἐγένοντο· πλὴν ἡ γενομένη ὡς ἐν τῷ ἐμβολιμαίῳ πιττακίῳ δεδήλωται· τῶν ἐπιδωσάντων, εἰληφέναι μᾶλλον ἢ προέσθαι χάριν ὁμολογούντων· ὅτι ἠξίωνται κοινωνίαν τινὰ σχεῖν ἐν τοῖς ἁγιωτάτοις τόποις, ἐφ᾽ οἷς τὸ μέγα τῆς εὐσεβείας ἀπετελέσθη μυστήριον, Θεὸς ἐν τῷ καθ᾽ ἡμᾶς ὀφθεὶς εἴδει.
Ὢ τοῦ παναῤῥήτου θαύματος! Ὅνπερ ἐγγεγραμμένον κἂν τῇ Γραφῇ, πατροπαραδότως, ἤτοι θεοκηρύκτως, ἡμεῖς, μᾶλλον δὲ ἡ ὑπ᾽ οὐρανὸν, ὁμολογοῦμέν τε καὶ προσκυνοῦμεν, ἐξ αὐτῆς βαλβίδος τοῦ κηρύγματος. Οὐ γὰρ ἂν ἄλλως ὁμολογηθεῖεν Χριστὸς, ὡς οἱ μακαριώτατοι διδάσκετε, ἤρνηνται δὲ Ἰουδαϊκῶς οἱ δυσώνυμοι Εἰκονομάχοι, ὡς ὑπὸ πνεύματος πονηροῦ ἐνεργούμενοι. Καὶ ἂν ταῖς θεοκλινέσι προσευχαῖς ἵλεω ποιήσειας, ὦ θεία καὶ ἱερὰ κεφαλή, ἐκτρέψαι τὴν λαοπλάνον αἵρεσιν, ἀνάψαι ὀρθοδοξίας ἥλιον· εἶτα καὶ ἡμᾶς τοὺς ἐν τέκνοις σου τελοῦντας ἐλαχίστους περιποιήσασθαι, ἑπομένους τῷ μακαριωτάτῳ Πατρὶ καὶ ἀρχιερεῖ ἡμῶν. Εἶεν. Τοὺς ἐξυπηρετουμένους ὑμῖν Πατέρας καὶ κλεινοὺς ἀδελφοὺς ἡμῶν, ἐγώ τε καὶ ὁ ἐμὸς ἀδελφὸς, Θεσσαλονίκης ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος, πλεῖστα προσαγορεύομεν. Ἐπὶ γὰρ τῷ ἁγίῳ σου προσώπῳ, πρὸ τῶν ποδῶν σου, μᾶλλον εὐλογηθῆναι ἄμφω, καὶ ὅσοι τῶν σὺν ἡμῖν, εἰπεῖν πρεπωδέστερον.