Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 122: To Theodore the Hospitaller
ΡΚΒ΄. — Θεοδώρῳ ξενοδόχῳ.
Ἰδοὺ, δέσποτα, τὸ γράμμα ἀπαιτοῦντι, καὶ ἀπόλυσον ἡμᾶς τῆς ἐγκλήσεως. Διὰ τί δὲ, φαίης, μὴ τάχιον; Ὅτι αἰδουμένως εἴχομεν νουθετικῶς τῇ τιμιότητί σου προσφέρειν τὸν λόγον. Ἐπεὶ ποθοίης, δέξαιο, προσφιλέστατε. Οὐδὲν οὖν ἄλλο ἐστὶν ὁ ἀληθὴς Χριστιανὸς, ἢ Χριστοῦ μίμημα καὶ ἀποσφράγισμα· τοσοῦτον ὀφείλων οἰκειοῦσθαι αὐτῷ, ὡς ἔχει μέλος ἕκαστον πρὸς κεφαλὴν, καὶ κλῆμα πρὸς ἄμπελον. Αὐτὸς γὰρ ὁ Κύριος εἴρηκεν· Ἐγώ εἰμι ἡ ἄμπελος. ὑμεῖς τὰ κλήματα. Καὶ πάλιν ὁ Ἀπόστολος· Ὑμεῖς ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Καρποφορήσωμεν οὖν, ὦ δέσποτα, τοὺς τῶν ἀρετῶν βότρυας, καὶ μὴ ἄκαρποι ὦμεν. Φησὶ γὰρ ὁ Κύριος· Πᾶν κλῆμα μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται, τὸ τῆς γεέννης δηλαδή. Φοβηθῶμεν τὴν φοβερὰν ἀπειλήν· δοξάσωμεν τὸν Θεὸν ἐν τῷ σώματι ἡμῶν καὶ ἐν τῷ πνεύματι ἡμῶν. Κελεύει πάλιν ὁ Ἀπόστολος· αὐτὸς γὰρ καὶ ταῦτα· Ἄρας οὖν τὰ μέλη Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο! Οὕτω φυλαττώμεθα. Ἀγαπῶμεν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· καὶ οὐκ ἐρασθησόμεθα ἀσελγοῦς σώματος. Ἡ γυνὴ, φησὶν, ἵνα φοβῆται τὸν ἄνδρα. Τῷ φίλτρῳ γὰρ τὸν φόβον κιρνῶσα, ἄριστον βιώσειε βίον. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν, ὥς φησι πάλιν. Δίκαιον γὰρ τοὺς γονέας τιμᾶσθαι καὶ γηροκομεῖσθαι ὑπὸ τῶν παίδων. Αὐτοὶ γὰρ αἴτιοι μετὰ Θεὸν τοῦ εἶναι αὐτοὺς εἰς φῶς. Καί· Εὐλογία πατρὸς στηρίζει οἴκους τέκνων· κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. Καί· Οἱ πατέρες, πάλιν φησὶ, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν· ἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ὥστε καὶ γονεῦσιν ἔργον, εἰρηνεύειν τὰ τέκνα, στοιχειοῦν καὶ πλάττειν εὐσεβείας χαρακτῆρι. Τί λοιπόν; δούλους δεσπόταις ὑποτάττεσθαι μετὰ φόβου καὶ τρόμου· ἀδόλως καὶ εὐψύχως· ἀλλὰ καὶ τοὺς δεσπότας ἀνιέντας τὰς ἀπειλὰς, ἰσομοιρίᾳ φροντίδος τοὺς πάντας ὁρᾷν· εἰδότας ὅτι εἷς Κύριος πάντων, ὁ Θεός. Καὶ ὧδε μὲν ἡ δουλεία ὡς καὶ ὁ γάμος· ἐν δὲ τῷ μέλλοντι αἰῶνι, τῶν ἀμφοτέρων ἀναίρεσις· οἱ πάντες δὲ ἓν ὥσπερ οἱ ἄγγελοι.
Διὰ τοῦτο γρηγορητέον παντὶ τῷ θέλοντι σωθῆναι κατ᾽ ἐντολὴν ζῇν· μὴ ὀμνύειν, μὴ μετεωρίζεσθαι, μὴ γελᾶν, μὴ τρυφᾶν, μὴ παίζειν, μὴ θυμοῦσθαι, μὴ πορνεύειν, μὴ μεθύειν, μὴ θησαυρίζειν χρυσόν· ἀλλὰ τί; προσεύχεσθαι, προσκλαίειν, ὑμνολογεῖν, ἐντολοποιεῖν κατὰ τὸ δυνατὸν, ὀλιγαρκεῖσθαι, ταπεινοφρονεῖν, ἀγαπᾶν τὸν πλησίον, μὴ καταλαλεῖν ἀδελφοῦ, μὴ φθονεῖν, μὴ ὀργίζεσθαι· ἕτοιμον εἶναι ἀεὶ πρὸς τοὺς ὑπὲρ τοῦ ἀγαθοῦ κινδύνους, μὴ φοβεῖσθαι πλὴν Θεοῦ τοῦ ἀγαθοῦ, ἄλλον ἐπὶ γῆς· ὑποτάττεσθαι βασιλεῖ ἐν οἷς ἐντολὴ Θεοῦ οὐ παραβλάπτεται· τιμᾶν ἄρχοντας ὡς διακόνους εὐταξίας· χαίρειν ἐν Κυρίῳ πάντοτε· κἂν σύμβασις εἶεν λυπηρῶν, εὐχαριστεῖν Κυρίῳ ἐφ᾽ οἷς ἂν οἰκονομῇ τὰ κατ᾽ αὐτόν. Ταῦτα ὡς ἐν ὀλίγοις ὑπέμνησα τὴν εὐλογημένην σου ψυχὴν· ἵνα γνωρίσω ὡς φιλῶν εἶμι τὸν ἐμὸν ὁμώνυμον, καὶ εὐσεβῆ ἄνδρα, καὶ φίλον διάπυρον.
Ἐὰν δὲ ἔτι ζῶμεν, ἔτι λαλήσομεν, ἔτι παρακαλέσομεν, ἔτι συμβουλευσόμεθα πάντα δεύτερα ἡγήσασθαι τῆς Θεοῦ ἀγάπης. Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Οὗ φύγοιμεν· εὕροιμεν δὲ ἔλεος ἐν ἡμέρᾳ κρίσεως, καὶ τὸ μετὰ Θεοῦ γενέσθαι ἐν χαρᾷ ἀνεκλαλήτῳ εἰς τοὺς αἰῶνας.