Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 123: To Abbess Euphrosyne
ΡΚΓ΄. — Εὐφροσύνῃ ἡγουμένῃ.
Ἀκηκοὼς καὶ νῦν ὅτι παρεμυθήθη σου ἡ τιμιότης ἀπὸ τοῦ περὶ τὴν μακαρίαν μητέρα πάθους, εὐχαρίστησα τῷ Κυρίῳ· ὃς ἐγνώρισέ σε καὶ φιλομήτορα γνησιεύουσαν, καὶ φιλόθεον ἀριστεύουσαν· τὸ μὲν διὰ τοῦ ἀγαπητικοῦ λυπηροῦ· τὸ δὲ διὰ τοῦ συμμεμετρημένου παρακλητικοῦ· ἐξ ὧν ἀποδέδεικται, ὅτι καὶ μητέρα καὶ Θεὸν ἠγάπησας. Ἀλλὰ δεῦρο, κυρία, χαίρουσα καὶ τρέμουσα βάδιζε τὴν ὁδόν σου· χαίρουσα μὲν, ὅτι ἠξίωσαι τοιαύτης μητρὸς θυγάτηρ χρηματίσαι· τρέμουσα δὲ, ὅτι τὸ τῆς προστασίας φροντιστήριόν σοι πάρεστιν· οὗ οὐχ ὁ τυχὼν ἀγὼν, οὐδὲ εὐκαταφρόνητος ὁ μισθός· ἀλλὰ καὶ λίαν ἀμφοτέρωθεν τὸ ὕψωμα τοῖς νοῦν ἔχουσι. Σὺ οὖν ὡς ἐχέφρων, ὡς συνετὴ, ὡς μητρόθεν ἠγμένη ἐν Πνεύματι, ἄριστον βίον καὶ κεκανονισμένον διέλασον· τύπον ἑαυτὴν προθεῖσα ἀγαθοεργίας ταῖς ἀδελφαῖς. Μὴ νυστάξῃ τὸ ὅμμα τῆς καρδίας σου ἀπὸ φυλακῆς τῶν ἐντολῶν τοῦ Θεοῦ. Μὴ βύσῃς τὸ οὖς τῆς ψυχῆς εἰσακούειν φωνῆς διδασκαλικῆς· διδασκομένη καὶ διδάσκουσα· φωτιζομένη καὶ φωτίζουσα· χειραγωγουμένη καὶ χειραγωγοῦσα· προσαγομένη Θεῷ καὶ προσάγουσα. Ἀκουστὸν εἴη τὸ ὄνομά σου ἐν ἀγαθῇ πολιτείᾳ· ὡς ἂν δοξάζηται Θεὸς ἐν σοὶ καὶ ἐν τῇ μονῇ σου· μὴ χυδαιουμένη κατὰ τὴν τῶν πολλῶν χλιαρότητα, ἀλλ᾽ ἀκριβαζομένη κατὰ τὴν διαταγὴν τοῦ Πνεύματος, ἐν ἑνὶ φρονήματι, ἐν ἑνὶ θελήματι, ἐν μιᾷ καρδίᾳ τε καὶ ψυχῇ, μιμήσει τῶν ἐν ἀποστολικαῖς Πράξεσιν ἱστορουμένων ἁγίων. Ἦν γὰρ, φησὶ, πάντων μία ψυχὴ καὶ καρδία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι.
Αὕτη ζωὴ ἀγαθὴ, αὕτη μερὶς Κυρίου· τοῦτο κοινόβιον ἀληθινόν. Οὗ δὲ οὐ ταῦτα, τοὐναντίον δηλονότι Ἡλίκῃ σοι χαρὰ καὶ δόξα, τιμιωτάτη, ἀλλὰ γὰρ καὶ τοῖς τέκνοις σου, ἀποστολικῶς πολιτεύεσθαι· πατροπαραδότως, ἄγεσθαι εὐγενοπρεπῶς! τοῦτο γὰρ εὐγένεια, θεαρέστως ζῇν, ἁγιοπρεπῶς πολιτεύεσθαι, γένος ὑμᾶς χρηματίζειν ἐκλεκτὸν, σπέρμα ἔντιμον, τίνος; Θέκλης ἐκείνης τῆς πρωτομάρτυρος, Φεβρωνίας, Εὐπραξίας, τοῦ κατ᾽ αὐτὰς ἱεροῦ καὶ μακαρίου καταλόγου. Εἰ γὰρ κόσμον κατελίπατε, εἰ γονεῖς ἠρνήσασθε, εἰ παρθενίαν εἵλεσθε, εἰ Χριστῷ ἐνυμφεύθητε, εἰ βασιλείαν οὐρανῶν ἠγαπήσατε, τί μὴ πᾶσαν ὑμῶν τὴν σπουδὴν καὶ μέριμναν πρὸς τοῦτο ἔχοιτε, χαίρουσαι ὅτι τοιούτου θεοσδότου δώρου ἠξιώθητε, ἀξιώματος ἀνυπερβλήτου· οὐ λέγω κατὰ τὰ ἀνθρώπινα (σκιὰ γὰρ ταῦτα καὶ ὀνείρατα, καὶ τῷ παρόντι αἰῶνι συγκαταλυόμενα), ἀλλὰ καὶ κατὰ τὰ πνευματικά· εἴπερ παρθενία καὶ ἀκτημοσύνη τῶν μεγίστων δωρεῶν τὸ ἐξαίρετον; καὶ εἰ ἀπληστεύονται οἱ κατὰ κόσμον μετασχεῖν τῶν ματαίων καὶ ἀπολλυμένων· τί καὶ πόσον ἡμεῖς ὀφείλομεν ἀκορέστως ἔχειν ἐν τοῖς ἀμηρύτοις καὶ ἀνεκλαλήτοις ἀγαθοῖς; Ναὶ, παρακαλῶ· ναὶ, ἀντιβολῶ, κατακτήσασθε τὰ οὐράνια· γένοισθε Θεοῦ θυγατέρες, βασιλίδες οὐρανοτίμητοι, Χριστοῦ νύμφαι, Χριστοῦ συγκληρονόμοι, φῶς ἐν κόσμῳ, λάλημα ἅγιον, πολίτευμα ἀξιέπαινον. Σύ τε ἡ κυρία καθηγουμένη, καὶ ἐν Χριστῷ ἄρχουσα, ὑμεῖς τε αἱ καλλίτεκνοι θυγατέρες τῆς ἄνω Ἰερουσαλὴμ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.