Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 124: Catechesis to His Disciples

ΡΚΔ΄. — Κατήχησις πρὸς τοὺς ἑαυτοῦ μαθητάς.

Ἔργον ἐγὼ ὁ ταπεινὸς ἐργάζομαι ἐν ταῖς κατηχήσεσιν, οὐκ ἐξ ἐπιτηδεύματος φανητιασμοῦ, οὐδὲ ἀπὸ συνεπάρσεως διανοίας ἀλλοκότου· ἀλλ᾽ ἐκ φόβου καὶ τρόμου, ἐξ ἐπιπόνου καρδίας καὶ ἀγάπης, ἀδελφοὶ καὶ Πατέρες. Εἴπερ ἀγαπῶντος δεῖγμα τὸ ἐπιμελῶς παιδεύειν. Ἔλεγξον, φησὶν, ἐπιτίμησον, εὐκαίρως, ἀκαίρως. Ἐπεὶ καὶ παρακάλεσον, νουθέτησον, ὅσα ἄλλα ὁ τοῦ Θεοῦ νόμος ἔχει καὶ διακελεύεται. Τί δὴ οὖν βούλεταί μοι ὁ λόγος ὑποδηλῶσαι; Περὶ ἀταξίας· ὅτι προσκαλούμενοι ὑπὸ εὐσεβῶν εἰς ψαλμῳδίας, οὐ κατὰ τὸ πρεπῶδες συναθροίζεσθε καὶ παννυχίζετε, ἀλλ᾽ ἐν λογομαχίαις καὶ πρωτοκλισίαις. Προύλαβες σὺ, φησὶ, κἀμὲ οὐκ ἀνέμεινας. Τὸ ἴδιον δεῖπνον ἔφαγες, κἀμὲ οὐ συνεκάλεσας. Ἐγὼ κανοναρχήσαιμι, ἀλλ᾽ οὐ σὺ, φησί. Καὶ ταῦτα ἐν ἐκκλησίᾳ· καὶ ταῦτα ἀκουόντων τῶν κεκληκότων· ἐφ᾽ οἷς ὀργὴ μὲν Θεοῦ ἀοράτως· λύπη δὲ καὶ βλάβη ὁμολογουμένη τῶν κεκληκότων. Μὴ γὰρ χώραν οὐκ ἔχητε, εἰ καί τι γίνοιτο θλιπτικὸν, εἰς τὸ ἰδίᾳ ἐγκαλεῖν ἀλλήλοις, καὶ τὰ συμπίπτοντα καταλλάσσειν δι᾽ ἀπολογίας καὶ τῆς δεούσης ταπεινώσεως; Ἀλλ᾽ ἀδελφὸς μετ᾽ ἀδελφοῦ μάχεται, ὀργίζεται, ὑβρίζει, ἀσχημονεῖ, ἐπὶ προσώπου πάντων. Ὢ τῆς ἀταξίας! ὢ τῆς ἀμονάχου θεωρίας! ὢ τῆς καταφρονήσεως τῶν θείων νόμων!

Εἶτα ἡ αἰτία ἐπὶ τὸν καθηγούμενον. Τοιούτου φησὶ, διδασκάλου τηλικοῦτοι καὶ μαθηταί. Ἄρ᾽ οὐχὶ μισητόν με πεποιήκατε καὶ τοῖς ἐν ἄστει; Ἄρ᾽ οὐχὶ τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐπὶ τῇ ὁσίᾳ ἀδελφότητι ἡμῶν, εἰς τοὐναντίον περιτρέπεται; Μάχεσθε καὶ πολεμεῖτε· τρώγετε καὶ πίνετε· οὐχ εὐλαβῶς, οὐχ ἠσύχως, ἀλλ᾽ ἀσέμνως, ἀλλ᾽ ἀμονάχως. Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τί ποιεῖτε, φησὶν ὁ Ἀπόστολος, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Ὑμεῖς δὲ οὐχ οὕτως, καὶ καταισχύνετε τὸ ἅγιον σχῆμα· σκανδαλίζετε τοὺς εὐλαβεῖς, μᾶλλον δὲ καὶ ἀνευλαβεῖς. Εἶθε ἠκούετο περὶ ἑνὸς ἑκάστου ὑμῶν. Ὁποῖον εὐλαβὲς πρόσωπον φέρει ὁ δεῖνα! Οὐὰ ἡλίκον τὸ σιωπηλὸν τοῦ δεῖνα! εὖγε τὸ ἀπαῤῥησίαστον ἐκείνου· τοῦ δὲ τὸ τακτικόν· ἄλλου τὸ σεμνόψαλτον· ἑτέρου τὸ εὐαπάντητον! Ταῦτα καὶ τοὺς ἔχοντας καλλύνει, καὶ τοὺς θεωροῦντας ὀνίνησι, τόν τε Θεὸν εὐφραίνει, κἀμὲ τὸν ἁμαρτωλὸν σεμνύνει. Νῦν δὲ κατὰ τὰς ἁμαρτίας μου ἀντίστροφα. Καὶ οὐ πάντων καθάπτομαι· ἐπεὶ πολλοὶ χάριτι Θεοῦ, οἵους ζητεῖ ὁ λόγος· ἀλλ᾽ ἐκείνων τῶν ἐνισχημένων τῇ ἀπροσεξίᾳ. Παρακαλῶ οὖν ὑμᾶς, μᾶλλον δὲ ἐντέλλομαι, ἀλλάξατε τὰ πονηρὰ ἤθη καὶ ἔθη, τοὺς τρόπους καὶ τοὺς λόγους· τὰ σχήματα καὶ τὰ στόματα. Ἐπεὶ τίς χρεία ἀντὶ ἀγαθοῦ πονηρίαν ὑποδεικνύειν τοῖς κλήτορσι, Θεόν τε λυπεῖν, κἀμὲ τὸν ἐλεεινὸν καταισχύνειν; Ἀκουσθήσομαι, ἀδελφοί μου, ἐπεὶ βοήσω πρὸς Κύριον ὁ ἀνάξιος. Ἔπειτα καὶ διαστελοῦμαι ἀπὸ τοῦ ἀπειθοῦντος. Ἀπλῶς δὲ λέγω τυχὸν καὶ ἀδιαφόρως φέρομαι· μὴ διαστέλλων τὸν ὅσιον ἀπὸ τοῦ ἀνοσίου. Ὑμεῖς Θεὸν οὐ φοβεῖσθε; Οὐχὶ δὲ περὶ ἀργοῦ ῥήματος δώσομεν λόγον; Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, ἀδελφοί. Ὃν φοβηθῶμεν, ᾧ ἀπὸ τοῦ δεῦρο δουλεύσωμεν ὁσίως· ἵνα κακίας ἁπάσης μέχρι καὶ ἀργολογίας ἀπεχόμενοι, ἀρετῆς δὲ ἐχόμενοι, κληρονόμοι γενοίμεθα ζωῆς αἰωνίου· φυγόντες τὰ ἠπειλημένα κολαστήρια τοῖς καταφρονηταῖς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·