Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 125: To the Canonesses of Prinkipo
ΡΚΕ΄. — Κανονικαῖς πριγκίπου
Χθὲς ἰδὼν ὑμᾶς τὰς ἐν Κυρίῳ ἀδελφὰς, ἐπεὶ κατεπεῖγον ἦν διὰ τὴν τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ἀσθένειαν, ἐκωλύθην ὑμῖν λαλῆσαι ὅσον ἐχρῆν. Νυνὶ δὲ διὰ τοῦ γράμματος τὸ ἐλλιπὲς ἀναπληρῶσαι καλῶς ἔχειν ἐνόμισα. Εἶδον ὑμῶν τὴν ἀδελφότητα ὅση καὶ ἡλίκη, ὅτι τε πλήθει ηὐξημένη, καὶ συνέσει διαφέρουσα· καὶ ἐδόξασα τὸν ἀγαθὸν Θεὸν ἡμῶν· ὃς συνήγαγεν ὑμᾶς τοσοῦτον πλῆθος ἐπὶ τὸ αὐτὸ, τῷ σταυροφόρῳ βίῳ δουλεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Τίνα οὖν ἐπαινέσω; τὴν καθηγουμένην πλέον, ἢ ὑμᾶς τὰς ἐπομένας καὶ ὑποτασσομένας; Ἀμφότεραι ἐγκωμίων πλήρεις, αἴνων καὶ ἐπαίνων. Καὶ οὐ μόνον κατὰ τὸ συναφὲς τῆς πνευματικῆς ζωῆς, ἀλλ᾽ ὅτι καὶ βίῳ ἠκριβωμένῳ, κατά τε ἐγκράτειαν, καὶ τὴν ἐφ᾽ ἑαυταῖς δουλείαν καὶ πᾶσαν διακονίαν, καθὰ μεμάθηκα, διατηρεῖσθε. Εὐλογημέναι ὑμεῖς ἐν Κυρίῳ· μακάριον τὸ σύνταγμα ὑμῶν· αἰνετὸν τὸ πολίτευμα ὑμῶν· πᾶσαι νύμφαι Χριστοῦ· ἑκάστη παρθένος, Ἀσματικῶς εἰπεῖν, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, ῥόδον εὐοσμίας Θεοῦ, κρῖνον ἀχραντίας! Ὢ καλοῦ παραδείσου! Ὢ λειμῶνος θεοτερποῦς. Χριστὸς ἐν μέσῳ ὑμῶν, ὅς ἐστι τὸ ξύλον τῆς ζωῆς.
Ἀλλ᾽ ἐπειδὴ πρὸς πεῖραν καὶ δοκιμὴν ἀρετῆς ἐστι καὶ τὸ φυτὸν τὸ ἀπειρημένον· ὅπερ ὡραῖον εἰς κατανόησιν· οὐ μὴν ὅπερ φαίνοιτό ἐστιν, ἀλλὰ πικρὸν καὶ θανάσιμον τῇ μεταλήψει· καὶ τί τοῦτο, ἀλλ᾽ [ἢ] ἡδονὴ ὑφ᾽ ἧς ἑάλω Εὔα ἡ προμήτωρ; ὑπομιμνήσκομεν καὶ παραινοῦμεν, μήποτε ἅψασθαι ὑμᾶς τοῦ θανασίμου καρποῦ· ἀλλὰ μεταλαμβάνειν τῆς ἐντολῆς τοῦ πανωραίου καὶ ἀληθινοῦ ὡς ἀληθῶς καρποῦ· ὑπακοῇ καὶ ταπεινοφροσύνῃ κεχρημένας· ἀγάπῃ τῇ εἰς ἀλλήλας καὶ ἀφθονίᾳ, ἀκτημοσύνῃ καὶ εἰρηνοποιίᾳ. Οὕτω γὰρ βιοῦσαι δοξάσοιτε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι· καθὰ βοᾷ ὁ ἱερὸς Ἀπόστολος· οὕτω καὶ μᾶλλον πληθυνθήσεσθε· οὕτω κἀνταῦθα ὀνομασθήσεσθε ὀνόματι ὁσιότητος, καὶ ἐν τῷ μέλλοντι αἰῶνι συνδοξασθήσεσθε. Εἴπερ γὰρ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα, γέγραπται. Καὶ τί λοιπὸν ὡραιότερον ὑμῶν; τί δὲ σεβασμιώτερον; θυγατέρας Θεοῦ καλεῖσθαι, ἀναθήματα, ἱερὰ, ναοὺς παρθενίας. Ἐπεὶ οὖν ταῦτα, χαίρετε, ἀδελφαὶ ἐν Κυρίῳ, χαίρετε, μισοῦσαι τὴν χαρὰν τοῦ κόσμου· μισοῦσαι τὸ πρὸς τοὺς κατὰ σάρκα ἰδίους προσπαθές· μισοῦσαι τὸ κλῆρον ἔχειν ἐπὶ γῆς· μισοῦσαι τὰ κατὰ κόσμον ἐραστὰ ἅπαντα. Ἐπείπερ ὑμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς, καὶ κληρουχία ἡ βασιλεία τῶν οὐρανῶν· καὶ νυμφίος αὐτὸς Χριστὸς, ὁ κεκληκὼς ὑμᾶς ὀπίσω αὐτοῦ ἀκολουθεῖν· καὶ εἰσάξων διὰ τελειώσεως εἰς τὸν ἐπουράνιον νυμφῶνα, μετὰ τῶν φρονίμων παρθένων. Ταῦτα δὲ ἐπ᾽ ὀλίγον, ὡς ἂν γνῶτε ὅτι ἐν Πνεύματι ἁγίῳ ὡς ἀδελφὰς ὑμᾶς λελογίσμεθα, καὶ ἐπευχόμεθα τὰ κρείττονα.