Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 126: To the Monks of Photeinoudion
ΡΚϚ΄. — Τοῖς μοναχοῖς τοῦ Φωτεινουδίου.
Χαρᾶς μὲν ἡ προγραφὴ ὑμῖν, ἀδελφοί· λύπης δὲ ὅτι μάλιστα ἡ ἐπὶ τὸ γράφειν ὑπόθεσις· ὅτι ἀπολέλοιπεν ὑμᾶς ὁ ποιμὴν ὁ καλὸς, ὁ ἐν Κυρίῳ Πατὴρ, ὁ ὁδηγὸς καὶ φωστὴρ, ὁ πολλοῖς ἔτεσι καὶ πολλὰ πρόβατα ποιμάνας, καὶ τὴν λείαν ἐάσας πλήρη θρεμμάτων. Εἴπερ ἐν διακοσίοις παρὰ εἴκοσιν ἠριθμημένην· ὁ αἰδέσιμος ἀνὴρ καὶ χάριτος θείας μέτοχος· ὁ λευκὸς ἄγαν τὴν τρίχα, καὶ ἔτι λελευκασμένος τὴν καρδίαν· ὁ πλούσιος τὴν ἀγάπην, καὶ πλουσιώτερος τὴν ἐλεημοσύνην· ὁ πλείοσιν ἀρεταῖς ὡς ἀληθῶς κατακεκοσμημένος· ἵνα μὴ ἓν καθ᾽ ἓν ἀπαριθμούμενος μακρὸν εὑρεθῶ ἀποτείνων λόγον. Ὢ! ὢ! πῶς οὐ ταῦτα θλιπτικά; πῶς δὲ οὐκ ὀδυρτικά; πῶς δὲ οὐκ ἐπ᾽ ἐρημίας ἡ θεωρία τῆς ποίμνης ὅσον κατὰ τὰ φθάσαντα; Ἀλλὰ τί ἄρα; ἐπιμείνωμεν τῷ πένθει; κατηφιάσωμεν δυσθυμότερον; ἐναφεθῶμεν τῷ πάθει; Οὐμενοῦν, ὦ ἀδελφοί· ἀλλ᾽ εἰδότες ὅτι δόγμα Θεοῦ πᾶσιν ἀνθρώποις εἰς γένεσιν ἐλθοῦσιν αὖθις ἀναλύειν, καὶ τὴν κρείττονα καὶ ἀπήμονα μεταλαμβάνειν ζωὴν, ἧς ἀπαρχὴ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ τῆς ζωῆς ἀρχηγός· παρακληθῶμεν παρακλήσει Θεοῦ, εἰς ἑαυτοὺς γενώμεθα· εἴπωμεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, τὸν καλὸν διδάσκαλον, τὸν ἱερὸν καθηγεμόνα. Τίς γάρ ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον; ἵνα τοῦ ἡμετέρου Πατρὸς ξενοπαθεῖν ἔχωμεν. Εὐχαριστ[ητ]έον ὅτι τοιούτου ἠξιώμεθα· καὶ ὅτι ἕως γήρους καὶ πρεσβείου ἡ χρονικὴ παράτασις· καὶ ὅτι γε ἐγκατέλιπεν, οὐκ ἀπροστατεύτους, οὐδὲ ἐρήμους· ἀλλὰ καὶ εὐλόγησεν ἐξόδια, καὶ ἐπηύξατο ἁρμόδια· καὶ ἕνα τῶν σὺν ὑμῖν κατέστησεν ἐφ᾽ ὑμᾶς προστατεύσοντα· ὃν παραινοῦμεν ζώσασθαι ὡς τέλειον ἄνδρα τὴν ὀσφῦν, καὶ Χριστομιμήτῳ ταπεινώσει τῆς ἐμπιστευθείσης αὐτῷ διακονίας ἔχεσθαι· κανόνι καὶ ἴχνει τοῦ μακαρίου ἐκείνου πορευόμενον τῷ κατ᾽ ἐντολὴν Θεοῦ λόγῳ.
Παρακαλοῦμεν δὲ ὡσαύτως καὶ ὑμᾶς, τὴν καλὴν ἀδελφότητα, ὁμογνώμῳ πίστει τε καὶ ἀγάπῃ τῷ νεοκτίστῳ καθηγεμόνι ὑπείκειν ἐν Κυρίῳ· καὶ δεῖξαι ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστι· καὶ ὁ ὅσιος Πατὴρ προθυμούμενος καὶ συνδέων πάντας, εἰς ὁμόνοιάν τε καὶ σύμπνοιαν. Ναὶ, ἀδελφοὶ ἐπιπόθητοι· οὕτως ἔσεσθε, οὕτω παγιώθητε· κἂν πᾶσα ἀρχὴ οὐκ εὐμάρειαν ἔχοι· χρόνῳ δὲ προϊοῦσα, εἰς ἔξιν ἐπιστημονικὴν καθίσταται· μηδὲ ὁμοιωθῆτε τοῖς ἐκ εὐθὺς φιλαρχίας ἀστάτοις καὶ ἀνεπιστήμοσιν. Ἐπειδὴ δὲ ἐπὶ ξυροῦ τὸ τοῦ διωγμοῦ πρᾶγμα, μὴ προδῶτε, ὑμῶν δέομαι, τὴν πίστιν, μηδὲ τὴν εὐσέβειαν· ἀλλ᾽ εἰ ἥξει μηδαμῶς τοῖς αἱρετικοῖς καθ᾽ οἶον δήποτε τρόπον συνυπαχθῆναι. Φέροιτε γενναίως πάντα δεύτερα ἡγούμενοι, μὴ μόνον μοναστήρια, καὶ τὰ ἐν μοναστηρίοις ἅπαντα, κἂν εἶεν ὑπὲρ λίαν ἄπειρα· ἀλλὰ γὰρ καὶ τὰ ἑαυτῶν σώματα· τὴν καλὴν φυγαδείαν ἐλόμενοι, καὶ τὸν τοῦ διωγμοῦ μακαρισμὸν στεφανούμενοι τὸν ὑπερένδοξον καὶ ὑπερθαύμαστον· καθὰ καὶ ἐντέταλται ὑμῖν ὁ μακάριος. Εἰ δὲ ὅτι ἑάλω ἐκεῖνος· ναὶ καὶ φεῦ τῆς ἥττης! πλὴν ὅτι ἀνακέκληται· πλὴν ὅτι ἐπιτετίμηται, καὶ μετὰ τῶν εὐσεβῶν συνῆπται, καὶ εἶς ἐστι τῶν ἀδελφῶν καὶ Πατέρων ἡμῶν· καθότι καὶ εἰσδέδεκται πρὸς τοῦ ἱεροτελεστοῦ ἡμῶν μακαριωτάτου πατριάρχου. Ταῦτα οὖν εἰδότες, ἀδελφοὶ, εὐψυχήσατε, εὐτακτήσατε, εὖ πράξοιτε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὃς κἀκεῖνον ἀναπαύσειε μετὰ δικαίων, καὶ ὑμᾶς καταρτίσειεν ἐν πᾶσιν ἀγαθοῖς, ἠγαπημένοι ἡμῶν ἀδελφοί.