Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 127: To Peter of Nicaea
ΡΚΖ΄. — Πέτρῳ Νικαίας.
Νῦν εὐοδούμεθα ἐπιστεῖλαι τῇ πατρικῇ σου ἁγιωσύνῃ· ὁπηνίκα ἀνθυπεστρέψαμεν τῆς φυγαδείας· ἐπείπερ ἡ τῶν Ἀῤῥάβων ἔφοδος σὺν πολλοῖς ἄλλοις καὶ ἡμᾶς τοὺς ταπεινοὺς μεθεῖσα τῆς ξενίας, ἀπήγαγε πρὸ τοῦ ἄστεος ἐν τῇ Πριγκίπῳ νήσῳ. Ἐν ᾗ ὅσον ἐταλαιπωρήσαμεν, ἀπό τε τοῦ συνέχοντος ἡμᾶς φυγαδευτικοῦ λαοῦ· τοῦ τε καύσωνος, καὶ τῶν δυσπότων ὑδάτων, τί δεῖ καὶ λέγειν; Εἶτα ἐπειδὴ προὔβημεν ἐγγυτέρω κατὰ τὴν Χαλκηδόνα, ἐκεῖ τοῖν δυοῖν θάτερον· κατεπέσαμεν ἐν ἀσθενείᾳ δυσοίστῳ νεφριτικοῖς πόνοις παιδευούσῃ ἡμῶν τὴν ἐλεεινὴν σάρκα μέχρις ἑβδοματιαίου χρόνου· καὶ ἁπλῶς εἰπεῖν, ἀργαλεωτέρα ἡμῶν ἡ ὁδὸς ἐγεγόνει. Ὅμως τρία ταῦτα γέγονεν ἡμῖν ἐπιτεύγματα Θεοῦ χάριτι· τόν τε μακαριώτατον ἡμῶν ἀρχιερέα προσκυνῆσαι κομισαμένοις τὰς ἱερὰς προσευχὰς αὐτοῦ· ἔπειτα τούσδε καὶ τούσδε τῶν ἱερῶν Πατέρων καὶ ἀδελφῶν· καὶ τρίτον, τὸ διαλῦσαι ἐλέει Θεοῦ τὰς ἐνστάσεις καὶ ἀντιπαραστάσεις, ἃς καθ᾽ ἡμῶν οὐκ οἶδ᾽ ὅθεν ἀνῆψαν οἱ τῆς εἰρήνης δημιουργοί· σχισματικοὺς ἡμᾶς προανεζωγράφησαν τῆς τοῦ θεσπεσίου ἡμῶν ἀρχιερέως συναφείας· ἰδιονόμους ἀπεφήναντο ἐν ταῖς ἐπιτιμίαις τῶν ἑαλωκότων τῇ αἱρετικῇ κοινωνίᾳ.
Ἄλλα ἄττα ἐργωδέστερον τῷ γράμματι ἐπικυκλεῖν. Πλὴν, ὡς προείρηται, εὐχαῖς σου πρὸς ἓν ἕκαστον ἀπαντήσαντες εὐθυβόλως, καὶ τοῦ ἱεροῦ ἡμῶν πατριάρχου κοινωνικοὶ εἶναι ἀποδεδείχαμεν· ὃς καὶ μετὰ ὑπερβαλλούσης συγκαταβάσεως καὶ ἐδέξατο καὶ ἐφιλοφρονήσατο, καὶ ἀπέστειλεν ἡμᾶς· μή τινος λόγου τῶν σκαιωρηθέντων ἐπιμνηματισθέντος· οὐ μὴν ἀλλὰ καὶ τοῦ κυρίου Ταρασίου καὶ ἐν ἁγίοις μνημονευομένου· ἔφασαν γὰρ οἱ δῆθεν φιλοπάτορες καὶ τούτου ἡμᾶς διεσχῖσθαι, καὶ τήν γε ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίαν σύνοδον τοπικὴν ἀποκαλεῖν· ἡμεῖς δὲ συνεστησάμεθα ἑαυτοὺς, καὶ αὐτὸν ἐν Πατράσιν ἁγίοις ἔχειν· καὶ τήν γε σύνοδον οἰκουμενικὴν ὁμολογεῖν ἐγγράφως τε καὶ ἀγράφως· εἰ καί που, καί ποτε, καί πως καί τισιν ἀπεκρίθημεν ἑτέρως. Ἃ οὐ δεῖ ὥσπερ καὶ τὰ τηνικαῦτα ἑτέρως πεπραγμένα νῦν ἀναζητεῖν καὶ ἀναξαίνειν· ἔστι γὰρ ταραχῆς αἴτιον, καὶ οὐδὲν ὄνησιν φέρον· ἢ μᾶλλον λογομαχίαν καὶ προσκοπὴν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· οὕτως καὶ οὕτως, οἶδε καὶ οἶδε, ἔγραψαν, ἔδρασαν, ἕκαστοι τὸ ἀληθὲς ἔχειν οἰόμενοι. Μακροῖς ἔτεσιν, ὡς οἶσθα, τριπόθητε, τὸ θρυλλούμενον κατεπράχθη, Ἀνατολῇ καὶ Δύσει γνώριμον γενόμενον· τὰ πεπραγμένα καὶ γεγραμμένα, οὔθ᾽ ἕτερον μέρος ἀνατρέπειν οἷόν τε ἐστι. Νῦν καιρὸς ὁμονοίας, νῦν καιρὸς συναθλήσεως· τὰ ἐγκαταλείμματα τοῦ γεγραφότος, εἰ μὲν εὖ ἕξειν δοκεῖ τοῖς μετέπειτα ἐπαίνου ἔνδικα· εἰ δὲ μὴ, τοὐναντίον. Πιστὸς ὁ λόγος, καὶ περὶ τούτου λέγειν ἄλλο οὐ βουλόμεθα· οὔτε νῦν, οὔτε πρὸς τὸ ἑξῆς. Καὶ δηλώσει, φησὶν, ἡ τῆς ἀποκαλύψεως ἡμέρα, καὶ τὸ τελευταῖον πῦρ, ᾧ κρίνεται καὶ καθαίρεται τὰ ἡμέτερα. Ταῦτα ὁμοῦ μὲν ὡς Πατρὶ συμψύχῳ καὶ εἰρηνάρχῳ· ὁμοῦ δὲ καὶ εἰς τὸ ἐξειπεῖν τὰ λυπηρὰ, ῥᾳστώνην οἶδε φέρειν ἐν τοῖς ὀδυνωμένοις, ἀναγκαίως γέγραπται. Εἰ δὲ παρακληθεὶς ὀφθῆς ἡμῖν τοῖς ταπεινοῖς, κόπον ἀγάπης ἀναλαμβανόμενος, πάντως ἰδίους ἡμᾶς ποιήσειας περὶ πάντα. Οἱ σὺν ἡμῖν προσαγορεύουσι πλεῖστα τὴν ἁγιωσύνην σου. Τοὺς σὺν σοὶ καὶ ἡμεῖς πλεῖστα προσφθεγγόμεθα, παναγιώτατε.