Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 128: To Mary the Virgin
ΡΚΗ΄. — Μαρίᾳ παρθενευούσῃ.
Ἐπειδὴ καὶ ἅπαξ καὶ δὶς ἀποστολὰς ἐφθάσαμεν παρὰ τῆς τιμιότητός σου δέξασθαι, ἀναγκαῖον ἐκρίναμεν μὴ μόνον ψιλῇ προσρήσει, ἀλλὰ καὶ διὰ γράμματος προσαγορεῦσαι τὴν σεμνοπρέπειάν σου· καὶ οὐ τοσοῦτον διὰ τὰς ἀποστολὰς, ὅσον διὰ τὴν σεμνότητά σου. Μανθάνομεν γὰρ ὅτι τὸν ἐν παρθενίᾳ βίον ἑλομένη δουλεύειν τῷ Κυρίῳ κατεδέξω ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Τί γὰρ κρεῖττον παρθενίας; ἧς ἡ μέριμνα πῶς ἀρέσει τῷ Κυρίῳ, πῶς ἐπιτεύξεται τῶν μελλόντων ἀγαθῶν· πῶς δυνηθείη διαδράσαι τὰς πολυπλόκους μεθοδείας τοῦ διαβόλου. Ἡ δὲ ὑπὸ γάμον τελοῦσα, τοὐναντίον, πῶς ἀρέσει τῷ ἀνδρὶ, πῶς τὰς τοῦ κόσμου εὖ διαθείη· ἡ περικλυζομένη τοῖς ἁλμυροῖς κύμασι τοῦ βίου, ἐν τῷ φροντίζειν περὶ τέκνων τε καὶ δούλων καὶ δουλίδων· καὶ πρό γε τούτων, τὰ περὶ ἀρέσκειαν τοῦ ἀνδρός· οὔπω δυναμένη ὑπερανεστάναι τῶν στροφῶν τοῦ κόσμου, καὶ τῷ τῆς διανοίας πτερῷ κουφίζεσθαι πρὸς Κύριον. Σὺ οὖν, ὦ καλλίστη γυναικῶν, μακαρία ὡς ἀληθῶς, καὶ τρισμακαρία, ὅτι τὴν ἀγαθὴν μερίδα ἐξελέξω, μετὰ Μαρίαν ἐκείνην τὴν ἀοίδιμον, οἱονεὶ παρακαθεζομένη παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἀκούουσα δι᾽ ἀπραγμονεστέρου βίου τὸν λόγον αὐτοῦ· ἡγίασας ἑαυτὴν ὡς κειμήλιον Θεῷ ἀναθεμένη τὴν ζωήν σου. Ἐξευγένισας τὸ αἷμά σου ἐν Πνεύματι ἁγίῳ, καλὸν ὑπόδειγμα ἑαυτὴν προθεμένη. Τί γὰρ καὶ κερδήσουσιν αἱ ὑπὸ ζυγόν; εἰ μή τι ἄρα ἐκζητήσοιεν καὶ ψηλαφήσοιεν καὶ αὐταὶ τὸν Θεὸν καθ᾽ ὅσον οἷόν τε. Οὐχὶ πᾶσαι συζυγίαι ἀποζεύγνυνται διὰ θανάτου; οὐχ ὡς ὅναρ τὰ ὡραῖα τοῦ τῇδε βίου ἀπέρχονται; Ὅσα δὲ περὶ τὸν γάμον ἐλεεινά! οἱ μὲν ἄπαιδες, οἱ δὲ κακόπαιδες. Πενίαι, καὶ πλοῦτοι· αἱ μὲν πιέζουσαι, καὶ οἱονεὶ ἀποτηγανίζουσαι· οἱ δὲ μεταῤῥιπτούμενοι ὡς ἐν κύβοις ἐκ τῶνδε εἰς τόνδε· παστάδες ἐγειρόμεναι· ἀλλὰ καὶ μετὰ θρήνους καταλυόμεναι· θρῆνοι καὶ κοτετοί· ἀλλεπάλληλοι συμφοραί· ὧν πλήρης ὁ βίος, καὶ τὰ παραδείγματα πρὸ ὀφθαλμῶν.
Σὺ δὲ τούτων πάντων ἀπέφυγες, καλλιπάρθενε, κατοικοῦσα μονοτρόπως ἐν οἴκῳ· φυλαττομένη ὡς ρόδον εὐωδίας Κυρίῳ τῇ παρθενίᾳ· ἔχουσα μενοῦνγε πάντως καὶ θλιπτικὰ ἔκ τε ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Ἐπειδὴ ὅπου ἀνάθημα Κυρίῳ, ἐκεῖ ὁ λῃστὴς ἐφεδρεύει κλέψαι καὶ συλῆσαι τὸ ἱερόν. Ἀλλὰ θάρσει ἐν Κυρίῳ, ἐν ᾧ πέποιθας, ἐν ᾧ στέργεις τοὺς κόπους· ὅτι αὐτὸς φύλαξ τῆς ζωῆς σου· ἐπίκουρος καὶ βοηθὸς ἐν ταῖς θλίψεσιν ὃς καὶ τελειῶν σου τὸν δρόμον, ἀξίαν σε ποιήσει τῆς οὐρανίου βασιλείας αὐτοῦ. Ταῦτά σοι παρ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν προσπεφώνηται· ἵνα εἰδείης ὅτι ἡ τοῦ Κυρίου δούλη καὶ ἡμᾶς τοὺς σπεύδοντας δουλεύειν τῷ Κυρίῳ, ἔχεις κατὰ πνεῦμα ἀδελφούς σου, ὥσπερ καὶ ὁμοδούλους κατὰ φύσιν, ὑπερευχομένους σου τῆς τιμιότητος.