Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 129: To Leo the Sacellarius

ΡΚΘ΄. — Λέοντι σακελλαρίῳ.

Πολλοῦ χρέους εὐχαριστιῶν καὶ ἀπολογιῶν ὑπεύθυνοι ὄντες, μικράν τινα νομίζομεν ἀποδιδόναι ὀφειλὴν ἐν ταῖς πρὸς τὴν πανεύφημον καὶ παμπόθητόν σου ὑπεροχὴν ὑπὸ τῆς ταπεινώσεως ἡμῶν ἐγχαραττομέναις ἐπιστολαῖς. Ἐπεὶ καὶ νῦν ἐπὶ τῷ ἀδελφῷ Σιλουανῷ, τί καὶ ἀπολογησόμεθα; πρῶτον μὲν ὅτι οὕτως αὐτὸν προσήκατο ἰδεῖν ἡ θεοφιλής σου ψυχή· ὡς ἕνα τινὰ τῶν συνήθων· μειλιχίῳ, ἤθει καὶ εὐπροσίτῳ προσώπῳ συλλαλήσασα καὶ συνανακραθεῖσα μετὰ τοῦ εὐτελοῦς. Ἔπειτα τὰ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν οὕτως συνανακρῖναι, τήν τε τοῦ ἀμφοτέρων ἡμῶν ταπεινοῦ σώματος ἀσθένειαν, καὶ τὴν ἄλλην ὑποφῆναι ἀγαπητικὴν συνδιάθεσιν· ὡς τοσοῦτον εἰπεῖν· ὅτι καὶ Στουδιώτης ὑποπτεύομαι πρός τινων τῶν ἀντιθέτως πρὸς ὑμᾶς ἐχόντων· καὶ τὸ ἀπεύξασθαι μή ποτε γενέσθαι τινὰ τρῶσιν τῆς τηλικαύτης φιλικῆς ἀνακράσεως. Τοῦτο ὅλον ἐξένισεν ἡμᾶς, καὶ συνεῤῥίζωσε μᾶλλον καὶ μᾶλλον ἐν τῇ εἰλικρινεῖ αὐτῆς ἀγαπήσει τὰ αὐτὰ λέγοντες· Μή ποτε, ὦ δέσποτα, τῶν ἁπάντων δῴης ἡμῖν ἐπιλαθέσθαι τοῦ καλοῦ εὐεργέτου, τοῦ πιστοῦ συμψύχου, τοῦ δοκίμου ἐραστοῦ, τοῦ ἱεροῦ ἀνθρώπου, τοῦ κατὰ πάντα ἐν πᾶσι καὶ προστάτου καὶ κηδεμόνος, καὶ Κυρίου ἡμῶν καὶ Δεσπότου· ἀλλ᾽ εἴη τὸ φίλτρον καὶ μετὰ πότμον ἐνιζάνον ἐν ἡμῖν· μᾶλλον δὲ καὶ συμμετερχόμενον ἐν τῷ μέλλοντι αἰῶνι, ἐν ᾧ πιστεύομεν γνωρίζειν ἀλλήλους· καὶ συγχαίρειν ἐν Θεῷ τοὺς φιλήσαντας ἑαυτοὺς πνευματοκινήτως. Ἀλλ᾽ ἐντεῦθεν ὁ λόγος μετελθὼν ἐν ταῖς δυσὶν ὑποθέσεσιν, ἐνδιατρίψειε κατὰ τὴν κέλευσιν· ἐπὶ μὲν οὖν τῆς πρώτης, ὡς ἔχεις, ὁ κύριος ἡμῶν, οὕτως καὶ ἡμεῖς διατιθέμεθα. Προδιαιτείσθω δὲ ὁ λόγος οὕτως·

Φονίσκος ἐπ᾽ ἂν κρατηθῇ, δικαίως ἀποτίσει πρὸς τοῦ νόμου τὴν ἀντισηκοῦσαν ποινήν. Νυνὶ δὲ ἐμφύλιος πόλεμος πρόκειται· ὃς ὥσπερ αἱ ἄλλαι θεομηνίαι· σεισμοί τε καὶ λιμοὶ, καταποντισμοὶ καὶ ἐμπρήσεις παρὰ Θεοῦ πρὸς σωφρονισμὸν ἡμῶν, δικαίᾳ κρίσει ἀνεῤῥιπίσθη, ὀλέσασα τοσοῦτον ἀριθμὸν, ὅσος καὶ ὥλλυτο· ἐπεὶ οὖν σπλαγχνισθεὶς κεκόπακε τὴν θραῦσιν Κύριος, οὐ βούλεται τοὺς ὑπολειφθέντας ὄλλυσθαι. Ἐπεὶ πάντως πανολεθρίαν εἰργάσατο, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ. Ἀλλὰ τί; τὸ διασεσῶσθαι τοὺς ἐαθέντας, καὶ φειδοῦς γενέσθαι ἀξίους· φησὶ γὰρ ἐν τοῖς Εὐαγγελίοις· Ἄφετε καὶ ἀφεθήσεται ὑμῖν. Καὶ διὰ τοῦ μακαρίου Παύλου· Μή τίς τινι κακὸν ἀντὶ κακοῦ ἀποδιδότω· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Οὐ μὴν ἀνεπιτιμήτως. Ἐπεὶ καὶ Κάϊν φονεύσας τὸν ἀδελφὸν, τὸ πολυειδὲς καὶ ᾀδόμενον ἐπιτίμιον εἰκότως εἴληφεν. Ἐπιτετίμηται πρὸς ἑαυτοῦ καὶ Λάμεχ, καὶ Ἀβεσσαλὼμ, ἀδελφὸν Ἀμνὼν κτείνας, ἐάθη ὑπὸ τοῦ πατρὸς, κατὰ τὸ ὑπὸ τῆς Θεοκοήτιδος πρόβλημα ἄκταντος· καὶ αὐτὸς Δαυῖδ οὐκ ἐβούλετο τὸν Ἀβεσσαλὼμ, τὸν πατρολῴαν κτενέσθαι. Ἀλλ᾽ οὐδὲ τοὺς συναποστατήσαντας αὐτῷ μετὰ τὴν παῦσιν τοῦ πολέμου γέγραπται προστάξαι φονεύεσθαι· τοσαῦτα ὡς κατ᾽ ἐπιτομὴν περὶ τοῦδε. Ἐλεήμων γὰρ ὢν ὁ Θεὸς, θέλει δι᾽ ἐπιτιμήσεων ἤγουν ἐξοριῶν, φυλακῶν, ἄλλων τινῶν ὑποθέσεων τὸ τῆς μετανοίας αὐτοῖς διὰ ζωῆς συντηρεῖσθαι.

Ἐπὶ δὲ τῇ ἑτέρᾳ ὑποθέσει, τί καὶ φῶμεν; εἰδότος σου τοῦ ἐχέφρονος καὶ δραστηρίου νοῦ τὰ πάντα. Εἰς αὐτὸ τοῦτο ἡ τοῦ προάρξαντος Λέοντος ἔνστασις, συνᾶραι ἡμᾶς λόγον μετὰ τῶν ἑτεροδόξων· ἀντιθετικῶς κρίσιν ἀποίσοντος, ὡς ἐνόμιζεν. Ἀλλὰ καὶ αὐτοῦ ἤδη τοῦ βασιλεύοντος ἡ αὐτὴ ἔνστασις ὁπηνίκα κατὰ πρόσωπον πρὸ τριῶν ἐτῶν διελέχθη ἡμῖν· οὐχ αὐτοῦ λέγοντος κρίνειν τὴν διαδικασίαν, ἀλλὰ τοῦτον κἀκεῖνον τῶν δῆθεν ὁμοφρόνων ἡμῖν. Ἀλλ᾽ οὔτε ἡμεῖς οἱ παρόντες κατὰ πρόσωπον· οὔτε ὁ κλεινὸς ἡμῶν ἀρχιερεὺς ἠνέσχετο, ὡς ἔκθεσμον καὶ ὀθνεῖον· ὅπερ καὶ ἀληθὲς, παμπόθητε ἡμῶν δέσποτα· οὐδὲ γὰρ περὶ βιωτικῶν καὶ σαρκικῶν ὁ λόγος· ὧν βασιλεὺς τὸ κράτος ἔχει τοῦ κρίνειν, καὶ τὸ βιωτικὸν κριτήριον· ἀλλὰ περὶ θείων καὶ οὐρανίων δογμάτων, ὃ ἄλλοις οὐκ ἐπιτέτραπται, ἢ ἐκείνοις, οἷς φησιν αὐτὸς ὁ Θεὸς Λόγος· Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἕσται λελυμένα ἐν τῷ οὐρανῷ. Τίνες δὲ οὗτοι οἱ ἐντεταλμένοι; Ἀπόστολοι, καὶ οἱ τούτων διάδοχοι. Τίνες δ᾽ οὖν οἱ διάδοχοι; Ὁ τῆς Ῥωμαίων νυνὶ πρωτόθρονος, ὁ τῆς Κωνσταντινουπόλεως δευτερεύων, Ἀλεξανδρείας τε καὶ Ἀντιοχείας, καὶ ὁ Ἱεροσολύμων. Τοῦτο τὸ πεντακόρυφον κράτος τῆς Ἐκκλησίας. Παρὰ τούτοις τὸ τῶν θείων δογμάτων κριτήριον. Βασιλέων δὲ καὶ ἡγεμόνων, τὸ συνεπικουρεῖν καὶ συνεπισφραγίζειν τὰ δεδογμένα· καὶ διαλλάττειν τὰ σαρκικῶς διαφορούμενα. Οὐκ ἄλλο τι ἐν τοῖς θείοις δόγμασιν, οὔτε δέδοται πρὸς Θεοῦ, οὔτε γενησόμενον στήσεται. Διὰ τοῦτο ἀπεδοκιμάσθη ἐπὶ τοῦ δόγματος τῶν θείων εἰκόνων τὰ ἐπὶ τοῦ πάλαι Κωνσταντίνου καὶ Λέοντος βασιλικῷ κράτει καὶ θράσει συνεδριασθέντα τε καὶ βατταρισθέντα· ἐφ᾽ οἷς ἐτμήθη ἡ τῇδε Ἐκκλησία τῶν ἑτέρων τεττάρων ἀναθεματισμοῖς ὑποβαλλομένη αἰωνίοις, σφραγῖδι τοῦ ἁγίου Πνεύματος. Εἶτα ἐλέῳ Θεοῦ ἠγέρθη κέρας ὀρθοδοξίας ἐπὶ Εἰρήνης τῆς πάνυ σὺν τῷ αὐτῆς ῥαδάμνῳ· ἐφ᾽ ἧς συνήφθη τὰ διεστῶτα μέχρις Λέοντος τοῦ προσεχοῦς· ἐφ᾽ ᾧ αὖθις διετμήθη ἡ τῇδε Ἐκκλησία, ἀναθεματιζομένη ὑπὸ τῶν προτέρων ἰσοῤῥόπως. Ἀμήχανον οὖν ἐστιν, ὦ δέσποτα, βιωτικῷ κριτηρίῳ παραβάλλεσθαι τὸ θεῖον κριτήριον, ἢ συναφθῆναι τήνδε τὴν Ἐκκλησίαν, μὴ οὐχὶ ὁμονοούντων τῶν πέντε πατριαρχῶν. Εἰ δέ τις ἐρωτοίη καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι· τῷ ἐκστῆναι τοὺς ἑτεροδόξους τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν· καὶ ἀπολαβεῖν τὸν οἰκεῖον θρόνον Νικηφόρον τὸν ἱερὸν πατριάρχην· ὃς συνεδρεύσας μεθ᾽ ὧν συνήθλησεν (εἰ οὐκ ἐνδέχεται ἐκ τῶν ἄλλων πατριαρχῶν παρεῖναι ἀντιπροσώπους. Ὅπερ δυνατόν ἐστιν, εἰ θέλοι βασιλεὺς τὸν ἐκ Δύσεως παρεῖναι· ᾧ καὶ τὸ κράτος ἀναφέρεται τῆς οἰκουμενικῆς συνόδου), ἀποπεράνοι ἂν τὸ τῆς εἰρήνης, καὶ τὸ τῆς συναφείας βραβευτήριον, δηλονότι δι᾽ οἰκείων συνοδικῶν ἀποστελλομένων τῷ πρωτοθρόνῳ. Εἰ δὲ οὐ τοῦτο καταδεκτέον τῷ βασιλεῖ, καὶ ὥς φησι παρετράπη σὺν ἡμῖν τῆς ἀληθείας Νικηφόρος ὁ πρόεδρος, ἐξ ἑκατέρου μέρους ἀποσταλτέον πρὸς τὸν Ῥώμης. Κἀκεῖθεν δεχέσθω τὸ ἀσφαλὲς τῆς πίστεως. Καὶ γὰρ οὕτως ἔχει· εἰ παρατραπῇ εἷς ἐκ τῶν πατριαρχῶν ὑπὸ τῶν ὁμοταγῶν, καθά φησιν ὁ θεῖος Διονύσιος, τὴν ἐπανόρθωσιν λήψεσθαι, οὐχ ὑπὸ βασιλέων κρίνεσθαι· κἂν ἐξαναστῶσι πάντες οἱ ὀρθοδοξήσαντες βασιλεῖς· καὶ τούτου τοῦ κεφαλαίου οὐκ ὀφείλει ἀφειδῆσαι ὁ βασιλεὺς ἡμῶν. Ἀλλὰ καὶ πρὸ πάντων γε φροντίσαι· ἐν ᾧ καὶ τὸ βασίλειον μακάριον· καὶ τὸ βασιλεύειν ἐννόμως δεδώρηται. Ἅλλο τι οὐ φρονοῦμεν οἱ ταπεινοὶ καὶ ἀνάξιοι· ὑπερευχόμενοι τῆς πολυεύκτου σου εὐζωΐας. Εἰ δέ τι ἐλλιπὲς ἐν τοῖς γράμμασιν, ὁ προσκυνητὴς τῶν τιμίων σου ἰχνῶν καὶ ἐπιστοληφόρος ἀπολογήσεται.

· Contents ·