Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 130: To the Brotherhood of Kizara

ΡΛ΄. — Τῇ ἀδελφότητι Κιζάρων.

Ἡ ἀγγελία τῆς κοιμήσεως τοῦ πνευματικοῦ ἡμῶν καὶ ὑμῶν Πατρὸς, ἠγαπημένοι ἀδελφοὶ, ἐθρόησεν ἡμῶν τὴν ψυχὴν, ὡς τὸ εἰκὸς, καὶ εἰς στεναγμὸν ἤγαγε θλιπτικόν· οὐ διὰ τὸν κοιμηθέντα· μακάριος γὰρ ἐκεῖνος μακαρίῳ βίῳ τελειωθεὶς, ἐπειδὴ καὶ μονάζων δόκιμος· καὶ ἕως γήρους ἐξησκηκὼς ἄριστα, καὶ τὸ κεφάλαιον, πεφυλαγμένῃ καὶ ὀρθοδόξῳ πίστει μετὰ διωγμῶν καὶ τῶν ὑπὲρ τοῦ καλοῦ ταλαιπωριῶν ἐξεληλυθὼς τῶν ἐνθένδε, καὶ οἱονεὶ ἐστεφανωμένος τῆς ὑπὲρ Χριστοῦ ὁμολογίας δικαιοσύνῃ· ἀλλὰ δι᾽ ἡμᾶς, μᾶλλον δὲ ὑμᾶς αὐτοὺς ἐναφεθέντας ὡς ποίμνιον ἠπορημένον τῇ τοῦ καλοῦ ποιμένος μεταστάσει. Καὶ γὰρ ἕλκει πρὸς οἶκτον καὶ συντριμμὸν καρδίας ἡ τοῦ προεστῶτος μνήμη, ἀναθεωρουμένη κατὰ τόπον καὶ τρόπον τῆς ἐν Κυρίῳ ἀφηγήσεως· πῶς ὃν μὲν παρεκάλει συμπίπτοντα· ὃν δὲ ἐπέπληττε θρασυνόμενον· ἕτερον προσεκαλεῖτο ἀφηνιάζοντα, καὶ ἄλλον διύπνιζε νωθρευόμενον, πραότητι καὶ ἐπιεικείᾳ διέπων, κατὰ μίμησιν αὐτοῦ τοῦ εἰπόντος Δεσπότου· Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἶμι καὶ ταπεινὸς τῇ καρδίᾳ; καὶ ἁπλῶς ἐν πᾶσιν οἷς διέπρεπεν ἐν μέσῳ ὑμῶν ὡς ἑωθινὸς ἀστήρ· ἄλλωστε καὶ τῷ πολυχρονίῳ ἔθει, βαρύνειν εἴωθε τὴν ψυχὴν σφόδρα ὁ τοῦ Πατρὸς χωρισμός.

Ἀλλὰ τί ποιήσομεν, ἀδελφοὶ, πρὸς νόμον Θεοῦ οὕτω κελεύοντα· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; μᾶλλον δὲ ἐκδημία πρὸς Κύριον, ἡ διάζευξις. Ἐπετράπη τὴν μετάστασιν, καὶ ἐξῆλθε τοῦ σώματος. Ἐχωρίσθη ἀφ᾽ ὑμῶν, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ. Καλὸν ὑπόδειγμα τὸν ἑαυτοῦ βίον τῆς ἀρετῆς ὁμοίωσιν ἐγκαταλελοιπὼς ὑμῖν. Τί οὖν λοιπόν ἐστι τὸ ζητούμενον; Εἰς ἑαυτοὺς ὑμᾶς γενέσθαι, καὶ παρακαλέσαι ἀλλήλους ἐν Πνεύματι ἁγίῳ. Καὶ καθὼς ὑμῖν εἴασε τὸν κύριον Ἀντώνιον καθηγούμενον, τῷ αὐτῷ κανόνι καὶ τοῖς αὐτοῖς ἴχνεσι τῆς εὐσεβείας ἀπάρξασθαι ὑμᾶς πολιτεύεσθαι, φρουροῦντας τὴν πίστιν, καὶ ὑπὲρ αὐτῆς κακοπαθεῖν, εἰ δέοι, μέχρι θανάτου, κατὰ τὸν παρόντα διωγμόν· καὶ μηδαμῶς προδοῦναι τὴν ἀλήθειαν, τήν τε ἀγάπην πρὸς ἀλλήλους, καὶ τὴν πρὸς τὸν καθηγούμενον ὑπακοὴν παντὶ σθένει ἀσπάσασθαι. Τοῦτο γὰρ πρὸς τὴν ὑμῶν σωτηρίαν· τοῦτο καύχημα καὶ τῷ μακαρίῳ ἐκείνῳ εἰς ἡμέραν Χριστοῦ· τοῦτο καὶ ἡμῖν τοῖς φίλοις καὶ ἀδελφοῖς ὑμῶν ἐρασμιώτατον. Οὕτω γὰρ περιπατοῦντες κάλλιστα, ἕξετε ἡμᾶς συνεπομένους ὑμῖν, ὅσον οἷόν τε, εἰς τὰ πρὸς Κύριον, ἀδελφοὶ τιμιώτατοι.

· Contents ·