Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 14: To the Pope of Alexandria
ΙΔ΄. — Πάπᾳ Ἀλεξανδρείας.
Τῷ τὰ πάντα ἁγιωτάτῳ Πατρὶ Πατέρων, φωστῆρι φωστήρων, κυρίῳ μου, δεσπότῃ μακαριωτάτῳ πάπᾳ Ἀλεξανδρείας, Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.
Ὡς μέγιστον τῇ ἐμῇ ταπεινώσει δῶρον, καὶ εὐχῆς τῆς ἀνωτάτω ἔργον, διὰ γράμματος ἀξιωθῆναι εἰς ὁμιλίαν ἐλθεῖν τῆς ἀποστολικῆς σου κορυφῆς, οὐ μόνον διὰ τὸ εὐτελὲς τῆς σμικρότητός μου· ἧς καὶ τὸ πρὸς ἴσους γράφειν ἐνδεὲς, μὴ ὅτι γε πρὸς οὕτω μεγάλην καὶ θείαν κεφαλήν· ἀλλὰ γὰρ καὶ διὰ τὴν ἐν τοσούτῳ μακρυσμῷ πάροδον, τῇ ἐθνικῇ ὅτι μάλιστα εἰργομένην διατειχίσει. Ὅμως εὐδοκίᾳ τοῦ ὑπεραγάθου Θεοῦ ἐξεγένετό μοι· δυοῖν εἵνεκα· ἑνὸς μὲν, ὡς ἂν ἣν πάλαι εἶχον ἐπιθυμίαν ὁ ἁμαρτωλὸς ἀποπληρώσω, διὰ νοερᾶς προσψαύσεως τῶν ἱερῶν σου ἰχνῶν· οὐδὲ γὰρ ἄλλως ἦν δυνατὸν τὸ καταθύμιον πληρωθῆναι· ἑτέρου δὲ, ὁ καὶ μᾶλλον κατεπεῖγον, πρὸς τὸ γνωριμώτερα παραστῆσαι τὰ ἐπελθόντα δεινὰ ἐνταῦθα, τῇ θειοτάτῃ σου κορυφῇ, ὡς συμπασχούσῃ τοῖς τοῦ ὅλου σώματος τῆς Ἐκκλησίας μέλεσιν. Ἃ ἐξήκουσται, ὡς οἶμαι, καὶ εἰς τὰ ἔσχατα τῆς οἰκουμένης, διὰ τὸ τῆς κακίας περιβόητον.
Διωγμὸς κατείληφεν ἡμᾶς, ὦ μακαριώτατε, καὶ διωγμῶν ὁ βαρύτατος. Πάλαι μὲν οὖν Ἀχαὰβ ζητῶν Ἠλίαν τὸν προφήτην, πάντα τόπον ἐμπρῆσαι λέγεται· τοῦ ἐμπρησμοῦ τὸν θυμὸν τοῦ ἀσεβοῦς ὑποφαίνοντος. Νυνὶ δὲ ὁ Ἀχααβίτης καὶ τὴν ἀξίαν καὶ τὴν καρδίαν, οὐ τὸν Ἠλιοὺ μόνον ἐγγεγραμμένον· ἀλλὰ καὶ τὸν τούτου Δεσπότην Ἰησοῦν Χριστὸν, τὸν Κύριον καὶ Θεὸν ἡμῶν· τὴν Θεοτόκον καὶ πάντα ἅγιον ζητῶν ἐκζητεῖ, καὶ εὑρὼν ἐξαφανίζει θυμῷ μεγάλῳ ἐκ πάσης πόλεως καὶ χώρας τῆς ὑπὸ χεῖρα. Ἐντεῦθεν θυσιαστήρια κατεσκαμμένα· ναοὶ Κυρίου ἠχρειωμένοι, καὶ κατ᾽ οἴκους καὶ καθολικῶς καὶ ἐν ἀνδρῶσι, καὶ ἐν παρθενῶσιν, οἱ πάλαι, οἱ νεωστὶ ἐγηγερμένοι. Ἐλεεινὸν θέαμα ὥσπερ ἐξοψισθέντας ἀνθρώπους τέρατά τινα· οὕτως τὰς τοῦ Θεοῦ Ἐκκλησίας βλέπειν ἀφηρημένας τὸν οἰκεῖον κόσμον, καὶ ἀμορφώτους καθεστώσας. Τίς ἤκουσε τοιοῦτον ἢ ἑώρακεν ἐν τοῖς πάλαι ἀσεβήμασι; Τάχα ὁ ἐπικείμενος ὑμῖν Ἅραψ αἰδοῖ χρώμενος φιλοχριστότερον διέξεισιν ἐν τούτῳ. Ἀλλ᾽ οὐχ ὁ ἡμέτερος Ταβεήλ· Φεῖσαι, Κύριε, καὶ μὴ δῷς τέλεον τὴν κληρονομίαν σου εἰς ὅνειδος. Καὶ εἰ τοὺς ἐν πίναξι χαρακτῆρας, τοὺς ἐν ἱεροῖς ἀναθήμασι, δέλτους τὰς ὑπομνηματιζούσας περὶ αὐτῶν, σκώπτει, κωμῳδεῖ, διασύρει ὡς βδελύγματα· ὡς θεοστυγῆ· τὰ θεοφιλῆ, καὶ κόσμου σωτήρια· ὢ! τίς οὐκ ἐπιστάξειε δάκρυον; τίς οὐκ ἀφήσει στεναγμὸν ἐκ βάθους καρδίας ἀναπεμπόμενον; Ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι τοὺς εὐσεβῶς διοδεύοντας. Καί γε Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Ἱεραρχεῖν δοκοῦντες καὶ ἱερεῖς, μονασταὶ καὶ μιγάδες, πᾶν γένος, καὶ πᾶσα ἡλικία· οἱ μὲν τέλεον ναυαγήσαντες περὶ τὴν πίστιν, οἱ δὲ εἰ καὶ τοὺς λογισμοὺς οὐ καταποντισθέντες, τῇ δὲ αἱρετικῇ κοινωνίᾳ ἐξ ἡμισείας δέει σωματικοῦ θανάτου συγκινδυνεύοντες. Πλὴν ὅτι εἰσὶν ὑπολελειμμένοι, οἴτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Καὶ τοσοῦτοι ὀπόσοι καὶ ἠρίθμηνται Κυρίῳ. Πρὸ πάντων ὁ πρώτιστος ἡμῶν, ἡ ἱερὰ ἡμῶν κεφαλὴ, καὶ ὁμοταγὴς τῇ τελειότητί σου· ἱεράρχαι καὶ ἱερεῖς Κυρίου· μονασταὶ καὶ μονάζουσαι· τούτων οἱ μὲν ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον· οἱ δὲ δεσμῶν καὶ φυλακῆς· ἄρτῳ μετρίῳ καὶ ὕδατι τρεφόμενοι. Ἄλλοι ἐξορίαις περιορισθέντες· ἕτεροι ἐν ἐρημίαις καὶ ὅρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐνδιαιτώμενοι· ἔνιοι δὲ καὶ παραυτὰ μαστιγωθέντες, μαρτυρικῶς πρὸς Κύριον ἐξεδήμησαν. Εἰσὶ δὲ οἳ καὶ σακκισθέντες ἐθαλασσεύθησαν ἀωρίᾳ, ὡς σαφὲς γέγονεν ἐκ τῶν τούτους θεασαμένων.
Τί τἄλλα; Ἀναθεματίζονται οἱ ἅγιοι ἡμῶν Πατέρες· ἀνακηρύττονται οἱ ἠσεβηκότες· τὰ νήπια ἐν τοῖς τῆς ἀσεβείας δόγμασιν ἀνατρέφονται, τῷ δοθέντι τόμῳ τοῖς διδασκάλοις· οὐκ ἔστι που καταφευκτήριον σώματος ἐν οἰκουμένοις· οὐκ ἔστι προέσθαι εὐσεβές τι ῥῆμα· καὶ ἡ θήρα ἐγγύθεν· ὡς φυλάττεσθαι ἄνθρωπον καὶ ἀπὸ τῆς συγκοίτου· μηνυταὶ καὶ πιττακοδόται εἰς αὐτὸ τοῦτο παρὰ τοῦ κρατοῦντος μεμισθωμένοι, ποῦ τίς τι λέγει ἀπαρέσκον τῷ Καίσαρι, ἢ μὴ κοινωνῶν τῇ ἀσεβείᾳ, ἢ βίβλον ἔχων περὶ εἰκόνων ἔχουσάν τι λεγόμενον, ἤγουν αὐτὴν εἰκόνα· ἄν τε φυγαδευόμενον εἰσδεχόμενος, ἢ τοῖς διὰ Κύριον φρουρουμένοις διακονῶν. Κἂν φωραθείη· εὐθὺς ἀνάρπαστος, δαρήσιμος, ἐξόριστος· ἐξ οὖ καὶ τοῖς δούλοις οἱ δεσπόται ὑποπίπτοντες δέει μηνύσεως. Ἡμῖν πρέπει λέγειν, ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, οὔτε προφήτης, οὔτε ἡγούμενος· οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου, καὶ εὑρεῖν ἔλεος. Διὰ τοῦτο ταῦτα ἐπεβοησάμεθα οἱ ἀνάξιοι τῇ ἁγίᾳ σου ψυχῇ, ὡς ἀπὸ στόματος πάντων τῶν ἀντεχομένων τῆς ἀληθείας, εἰς ἀντίληψιν καὶ συμπάθειαν ἡμῶν ἐκκαλούμενοι αὐτήν. Οἴδαμεν γὰρ, ὅτι κἂν μὴ οἷόν τε ἐπικουρεῖν ἄλλως, ἀλλά γε τῇ τῶν εὐχῶν βοηθείᾳ μέγα παρέξει ἡμῖν ἐν τοῖς ἀναγκαιοτάτοις τὸ ὄφελος, εὐμενῆ τὸν Θεὸν ἔχουσα. Ἵνα δὲ γνοίη ἐκ μέρους, οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων, συναπέστειλα τοῖς γράμμασι καὶ ταῦτα ἐν τετραδίοις. Ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. Αἰτῶ δὲ ὑπὸ τῆς θείας σου μεγαλονοίας ἐπισκεφθῆναι καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι, καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με, λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν αὐτῆς προσευχαῖς, ὡς ἀχρεῖον τέκνον.
Ἡ αὐτὴ δὲ ἐπιστολὴ καὶ πρὸς τὸν τῆς Ἀντιοχείας πατριάρχην ἀπεστάλη.