Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 131: Catechetical Letter to His Disciples
ΡΛΑ΄. — Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάς.
Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου, ἠγαπημένοις ἀδελφοῖς μου καὶ πνευματικοῖς υἱέσι, τοῖς διὰ Κύριον ὧδε κἀκεῖσε διεσπαρμένοις.
Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ χαρισαμένου ὑμῖν τὸν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ διωγμόν. Ὃς καὶ εἰ λυπηρὸς κατὰ σάρκα, ἀλλὰ χαροποιὸς κατὰ πνεῦμα· μακαρισμῶν γὰρ θεολέκτων αἴτιος, καὶ στεφάνων αἰωνίων πρόξενος. Οὗ χάριν κἀγὼ ὁ εὐτελὴς χαρᾷ χαίρω καὶ ἀγαλλιάσει ἀγαλλιῶμαι, ὅτι ἠξίωμαι τοὺς ἐμοὺς ἀγαπητοὺς ἰδεῖν ἐν τοιαύτῃ προκοπῇ, ἐν τηλικούτῳ βαθμῷ τῆς καλῆς ὁμολογίας, ἦν ὡμολογήσαμεν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων, προσκυνεῖν Χριστὸν ἐγγεγραμμένον ἤγουν ἐξεικονισμένον, καθὼς πάντες οἱ ἅγιοι Πατέρες ἡμῶν. Μόνον παρακαλῶ καὶ ὑπομιμνήσκω, ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ ὑμᾶς πυλιτεύεσθαι. Τὴν ἀναστροφὴν ὑμῶν ἔχοντας καλὴν, ἐν οἷς διατρίβετε καὶ τόποις καὶ προσώποις· τὸν λόγον ἐν χάριτι ἅλατι ἠρτυμένον· τὴν ἔξιν εὐλαβείᾳ μεμεστωμένην. Τὴν βρῶσιν καὶ τὴν πόσιν αὐταρκείᾳ τετηρημένην· τὸ ἔνδυμα καὶ βάδισμα συνέσει τεθεωρημένον· ὡς ἂν φωτισμός ἐστε τῶν λαϊκῶν, ἀλλὰ μὴ τοὐναντίον· ὑπόθεσις θείας ἐξομολογήσεως, ἀλλὰ μὴ τοὐναντίον. Ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διοικοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ, καθὼς γέγραπται· Εἶ τις λαλεῖ ὡς λόγια Θεοῦ, ἀλλὰ μὴ ματαιολογίας· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ἀλλὰ μὴ καθ᾽ ὑπερηφανίαν· εἴ τις ἐργάζεται ταῖς ἰδίαις χερσὶ, πρὸς τὸ μὴ ἐπιβαρὴς εἶναι, ἀλλὰ μὴ ὡς ἀργὸς κατακρινόμενος καὶ τοῦ ἐσθίειν. Εἴ τις ἐν πᾶσι κατ᾽ ἐντολὴν πράσσει, ὡς ἐργάτης Θεοῦ, ἀλλὰ μὴ κατὰ σκάνδαλον γιγνόμενος τοῦ πέλας· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεός· κἀγὼ ὁ τάλας ἀκούων, εὐθυμῶ καὶ χαίρω.
Βλέπετε τοὺς κακοὺς συνδυασμούς· βλέπετε τὴν ὀλεθρίαν παῤῥησίαν· βλέπετε τὴν πορνοποιὸν ἀδηφαγίαν· μήτις μετὰ γυναικὸς ὁμιλείτω ἄνευ ἀνάγκης· μήτις μεμονωμένως καθεζέσθω· μήτις φιλαργυρείτω κέρματι κέρμα προστιθεὶς, καὶ αὔξων χρυσίον, ἐν ᾧ ῥιζοῦται ἡ ἁμαρτία, καὶ ἡ μερὶς τοῦ Ἰούδα. Μήτις ἀπεμπολείτω, τὴν μοναχικὴν ἐλευθερίαν κτώμενος, ἀργυρώνητον δοῦλον. Μέχρι γὰρ τοῦδε ἔφθασεν ἡ τινων πονηρία, δουλωθέντων τῇ προσπαθείᾳ, καὶ ἀπολωλεκότων τὸ μοναχικὸν ἀξίωμα. Μήτις οἰνοφλυγείτω, ἀκούων τοῦ Ἀποστόλου· Ὀλίγῳ οἴνῳ χρῶ, διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Ἀφ᾽ ὧν ἀνάπτονται κατὰ τῆς ψυχῆς αἱ σαρκικαὶ ἐπιθυμίαι, καὶ ἐμπυρίζεται ὁ οἶκος τοῦ Θεοῦ, ὅς ἐστιν ὁ ἔσω ἡμῶν ἄνθρωπος. Ἀλλ᾽ ὡς ξένοι καὶ παρεπίδημοι ὦμεν, ὦ ἀδελφοὶ, ἕκαστος ὑμῶν ἐν τῷδε τῷ διωγμῷ, ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν· ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι· ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πνευματικῶς πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ τὰ πάντα κατέχοντες, ἀποστολικῶς εἰπεῖν. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς ὑμᾶς τοὺς ποθητούς μου· ἡ καρδία μου καιομένη ἐν ὑμῖν ἐν Κυρίῳ· τὰ αἰσθητήριά μου μαιμάσσει με, ἡνίκα ἀκούσω ἀπευκτὴν ἀκοὴν ἐπί τινι· ἐπ᾽ ἂν μάθω ἐκτροπὴν θεομίσητον· οἱ ὀφθαλμοί μου κατάγουσι δάκρυα. Ἡ ψυχή μου συντρίβεται, ὁπόταν παρὰ τὴν παράδοσιν καὶ κατάστασιν καὶ τὴν τῶν προειρημένων ἔκφανσιν περιπατεῖ ὁ ἀφιλόθεος. Ἐξεληλύθατε, ὦ Πατέρες, ἀπὸ τοῦ μοναστηρίου εἰς ὑψηλότερον φάος τοῦ διωγμοῦ. Μὴ γὰρ εἰς ἐπισκότωσιν διῃρέθημεν ἀπ᾽ ἀλλήλων πνευματοκινήτως; μὴ γὰρ ἵνα περιπαθῶς ζήσωμεν; μὴ γὰρ ὁ Θεὸς οὐχ ὁρᾷ; μὴ γὰρ οὐκ ἀκουστὸν γίγνεται ἑκάστου τὸ ἔργον, ὅπως ἀναστρέφοισθε;
Οἱ τοὺς δούλους ἔχοντες, ταῦτα ἀκούετε· οἱ μονοκάθιστοι, οἱ γυναικιζόμενοι, ἵνα μήτι πλέον λέγω· οἱ φιλάργυροι, οἱ φιλόγυροι. Οὐχ ἑκὼν ὀνειδίζω, σύγγνωτε· ἀλλὰ πονῶν κατηγορῶ, ὡς εἰς τοῦτο κείμενος. Πληρώσατέ μου τὴν χαρὰν, ὦ τέκνα, ἵνα τὸ αὐτὸ φρονῆτε, τῷ αὐτῷ στοιχῆτε κανόνι· ἀγαθὰ ὑποδείγματα καὶ ὑπομνήματα ἐναποσφραγίζοντες ταῖς ψυχαῖς τῶν ὁρώντων, εἰς δόξαν Θεοῦ, εἰς κλέος ὑμῶν ἄσβεστον, εἰς εὐφροσύνην κἀμοῦ τοῦ ἁμαρτωλοῦ, εἰς ἔπαινον τῆς ἀδελφότητος ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.