Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 132: To the Abbess of Igna

ΡΛΒ΄. — Τῇ ἡγουμένῃ Ἰγνῶν.

Ἀπεδεξάμην τὴν εὐλάβειάν σου, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἐφ᾽ οἷς ἀπέστειλας δώροις· καὶ ἐν αἷς διαθέσεσιν ὑπολαμβάνεις τὰ καθ᾽ ἡμᾶς. Ἀλλ᾽ οὐ τοιοῦτο ἡμεῖς· οἵ γε οὐδὲ ἑαυτοῖς ἀρκοῦντες ἐν ἀγαθοῖς, πῶς ἂν ἄλλοις μεταδοίημεν ἀγαθοειδοῦς διδασκαλίας; Γένοιτο δὲ κατὰ τὴν πίστιν σου θεοπρεπῶς πολιτεύεσθαι, τὸν ἐν παρθενίᾳ βίον ἀμέμπτως διατελοῦσαν· οὐ μὴν, ἀλλὰ καὶ τὸν τῆς προστασίας βαθμὸν ἀκατακρίτως περιέπειν. Ἴσθι γὰρ ὡς πολύμισθον τὸ πρᾶγμα· ἀλλ᾽ οὖν γε τοῖς μὴ προσέχουσι καὶ ἐπικίνδυνον, ψυχῶν ἄρχειν τῶν κατ᾽ εἰκόνα Θεοῦ πεποιημένων. Ὡς οὖν ἐν Κυρίῳ ἄρχουσα ἡγοῦ, καὶ κατευοδοῦ τῆς ποίμνης σου, παντὸς ἀγαθοῦ προτύπωμα ἑαυτὴν τιθεῖσα· ἵνα ἀξιωθῇς εἰπεῖν· Ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Θεὸς γὰρ παραδέδωκέ σοι τὰς ψυχὰς δι᾽ ἀποταγῆς· καὶ αὐτῷ δεῖν σε αὐτὰς προσάξαι ὡς θυσίαν εὐπρόσδεκτον· κἀν τούτῳ πολύς σου ὁ μισθὸς ἐν οὐρανοῖς ὑπάρξει. Δίδασκε αὐτὰ, νουθέτει τὰ σωτήρια ἐντάλματα, ποθεῖν μόνον Χριστὸν, ἀλλὰ μὴ σάρκας καὶ αἵματα· ἀκτημονεῖν, ἀλλὰ μηδὲν ἔχειν ἰδιόκτητον· ἀπροσπαθεῖν, ἀλλὰ μὴ φιλοϊδιάζειν πρὸς τοὺς ἀγχιστεύοντας· προθυμοεργεῖν, ἀλλὰ μὴ ὀκνηρῶς ἔχειν πρὸς τὴν ἄσκησιν. Ἂν γὰρ οὕτως, ἀπαντήσει αὐταῖς ὁ νυμφίος Χριστὸς μικρὸν ὕστερον λαμπαδηφορούσαις, καὶ ἀπαντηθήσεται περιχαρῶς· ἀσπάσεται καὶ ἀσπασθήσεται ἱεροπρεπῶς· ἀνοίξει αὐταῖς τὸν οὐράνιον καὶ ἀχειρότευκτον νυμφῶνα· δώσει αὐταῖς βασιλείαν οὐρανῶν, τρυφὴν παραδείσου, πόματα ἀθανασίας, γλυκάσματα ἀειζωίας· ἐνδύσει αὐτὰς περιβλήματα φωτοειδῆ, κοσμήσει κόσμοις ἀφθαρσίας, νυμφαγωγικοῖς διαδήμασιν· ἐμπλήσει τῶν ἀπείρων ἀγαθῶν, εἰς αἰῶνας αἰώνων. Διὰ ταῦτα καὶ σὺ κἀκεῖναι μοχθήσατε· διώξατε ἡμέρᾳ καὶ ἡμέρᾳ κατεργάζεσθαι τὴν ἑαυτῶν σωτηρίαν· ἀναψύχετε ταῖς ἐλπίσι· σβέννυτε τὸ ἐπεισαγόμενον πῦρ παρὰ τοῦ ἐχθροῦ ἐν ψυχαῖς, τῷ θείῳ ἔρωτι· ὅτι ἂν ἄλλο ἐπαχθὲς τῆς ἀσκήσεως. Ταῖς ἀναλήψεσι τῶν θείων ἀναγνωσμάτων τε καὶ ᾀσμάτων παραμυθεῖσθε, περιφρουροῦσαι καὶ τὸ ἀκοινώνητον τῆς αἱρέσεως· κἂν δέῃ ὑπὲρ αὐτοῦ παθεῖν τι μέχρι καὶ θανάτου· μηδαμῶς προέμεναι τὴν πίστιν. Τῆς γὰρ ἀγάπης Χριστοῦ οὐδὲν προτιμότερον· καθὼς ἀπέδειξαν αἱ ἀπ᾽ αἰῶνος παρθένοι μέχρι τοῦ δεῦρο· ἐπειδήπερ εἰσὶ καὶ νῦν διωκόμεναι, καὶ τῶν μονῶν ἐξωθεῖσαι διὰ Χριστὸν, ἢ μετασχεῖν τοῦ αἱρετικοῦ ἄρτου. Ταῦτα ὡς κατὰ Χριστὸν ἀδελφῇ οὔσῃ καὶ θυγατρὶ, γέγραφά σοι καὶ ταῖς μετὰ σέ· ὡς ἂν ἴδοις ὅτι κοινός ἐστιν ὁ Δεσπότης ἀμφοτέρων ἡμῶν· καὶ ὡς φιλοῦμεν πάντας σώζεσθαι· ὡς ἑνὸς ὄντες σώματος Χριστοῦ, καὶ ἀπ᾽ αὐτοῦ ἀδελφοὶ ἀλλήλων χρηματίζοντες· ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε ἄρσεν, οὔτε θῆλυ, ἀλλὰ πάντα καὶ πᾶσι Χριστὸς, ὃς διασώσειε καὶ ὑμᾶς καὶ ἡμᾶς.

· Contents ·