Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 133: To Ephraim, Agathon and His Other Sons

ΡΛΓ΄. — Ἐφραῖμ, καὶ Ἀγάθωνι, καὶ τοῖς λοιποῖς τέκνοις.

Ὅτι ἐκοιμήθη ὁ μακάριος Λαυρέντιος, ἐκείνῳ μὲν ἀνάπαυσις ὁ θάνατος· ἀνδρὶ γὰρ ἀγαθῷ πῶς οὐχὶ τοῦτο ἀπαντήσεται, ἀπὸ κόπων ἀσκητικῶν μεταβάντι τοῦ βίου, μᾶλλον δὲ ἀπὸ τοῦ κατὰ δικαιοσύνην διωγμοῦ ἐνδημήσαντι πρὸς Κόριον· οὗ τῶν ἀρετῶν μάρτυρες πολλοί; Ὑμῖν δὲ συνέβη. ἀδελφοὶ τιμιώτατοι, ἐπεὶ καὶ ἡμῖν τοῖς ταπεινοῖς τὸ λυπηρὸν, ἀπολέσασι δόκιμον μοναστὴν, τίμιον ἀδελφὸν, εἰς κεφαλὴν καθιστάμενον τῆς κατὰ ψυχὴν ὁδηγίας. Ἀλλ᾽ ὅμως τὸ λυπηρὸν εἰς χαρὰν ἀμφοτέροις περιετράπη, διότι ἐκλεκτὸς Θεοῦ ὁ ἁρπασθεὶς ἀφ᾽ ἡμῶν κελεύσει Θεοῦ τοῦ ἀγαθοῦ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Διὸ κἀγὼ ὁ ταπεινὸς χαίρω καὶ συγχαίρω ὑμῖν, ὅτι παρεπέμψαμεν πρὸς τὸν Θεὸν τηλικοῦτον σκεῦος. Ἐκλογῆς γὰρ σκεῦος ὡς ἀληθῶς Λαυρέντιος, πρῶτον μὲν διὰ τῆς ἀψευδοῦς ἀποταγῆς καὶ ὑποταγῆς· δεύτερον διὰ τῆς φιλαρέτου σπουδῆς τε καὶ προκοπῆς· ἐξ ὧν καὶ ἱερωσύνης ἠξίωται, καὶ πολλῶν ἀδελφῶν ἐπιστασίας ἀνεδέξατο ἀξίωμα, φιλητῶς ποιμαίνειν χρήσιμος τῇ ποίμνῃ· ζῶν Θεῷ καὶ τῷ καθηγουμένῳ ὡς ἀληθῶς, ἀλλ᾽ οὐ κόσμῳ καὶ τοῖς κατὰ κόσμον πράγμασιν· οὗ καὶ ἐξορίαι διὰ Κύριον, καὶ διωγμοὶ, καὶ πρότερον καὶ ὕστερον· οὗ καὶ οἱ πόδες ὡραῖοι, γραφικῶς εἰπεῖν, ὧδέ τε κἀκεῖ περιιόντος, καὶ εὐαγγελιζομένου τοῖς ἀδελφοῖς τὰ σωτήρια ἐπαγγέλματα. Μύρον, ὁ πνευματικὸς αὐτοῦ ἰδρώς· δρόσος ἱερὸς, ὁ ἐναγώνιος αὐτοῦ δρόμος τῆς ἀρετῆς. Ὃς προσληφθεὶς ἐν αὐτῷ τῷ παρόντι διωγμῷ, τί ἄλλο ἢ τὸν ὑπὸ Κυρίου μακαρισμὸν ἀνεδήσατο; Καὶ νῦν ἐκεῖνος μέν ἐστιν ἐν οὐρανῷ συμπολεύων τοῖς ὁμοταγέσιν· ἡμεῖς δὲ ἔτι ἐπὶ τοῦ ἀγῶνος ἱστάμενοι, καὶ ἐπὶ φόβον τροπῆς κείμενοι. Οὐ γάρ ἐστι μακαρισμὸς τέλειος ἀνθρώπῳ, ἕως ἀποβιώσεως, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως.

Διὸ παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, γρηγορεῖν καὶ νήφειν, ἀνδρίζεσθαι καὶ κραταιοῦσθαι ἐν τῷ προκειμένῳ ἀγῶνι τοῦ τε νοητοῦ καὶ αἰσθητοῦ διωγμοῦ. Δεδίωκται γὰρ ἀεὶ ὁ κατὰ Θεὸν ζῶν ὑπὸ τοῦ ἀοράτου διώκτου εἰς κατάληψιν ἁμαρτίας· ὃν φύγωμεν γενναῖοι στρατιῶται Χριστοῦ. Πῶς δὲ ἔστι φυγεῖν; Τῷ ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ γενέσθαι, διὰ τῆς εἰς ἅπαν εὐαρεστήσεως αὐτοῦ. Ἔσται δὲ τοῦτο, ἐὰν μὴ ἰδιοβούλως, ἀλλὰ κοινοβιακῶς ζήσητε· δηλονότι ἔχοντες τὸν ἀδελφὸν Ἐφραῖμ προκαθηγούμενον, καθὼς κἀκεῖνος εἴασε, καὶ ἡμεῖς συνευδοκοῦμεν, καὶ ὁ χρόνος καὶ ὁ τρόπος ἀπαιτοίη. Ἔστωσαν πάντα κοινὰ, τὸ ἐμὸν καὶ σὸν ἐξοριζέσθῳ· ἡ ἀγάπη χαρακτηριζέτω· ἡ ὑπακοὴ φυλαττέτω. Καί· Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, φησὶν, ἐὰν ποιῆτε αὐτά.

· Contents ·