Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 134: To Abbess Euphrosyne

ΡΛΔ΄. — Εὐφροσύνῃ ἡγουμένῃ.

Ἡ μνήμη τῆς μακαρίας μητρὸς, σοῦ μὲν ἀμφοτέρωθεν, ἐμοῦ δὲ κατὰ πνεῦμα, θαρῥῶ δὲ εἰπεῖν καὶ πολλῶν ἄλλων· ἐπείπερ σεβασμία ἡ κυρία· προὐτρέψατό με ὥσπερ ὑπ᾽ ἐκείνης νυττόμενον, προσφθέγξεσθαί σε, ἀδελφὴ ἐν Κυρίῳ, βραχέα τινὰ καὶ τανῦν. Τίνα δὲ ταῦτα; Ἵνα ἀγωνίζῃ τὸν καλὸν ἀγῶνα τῆς ἀσκήσεως, εἰς ἦν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Πῶς δὲ ἔστιν ἀγωνίσασθαι; Ἐκ τοῦ ἔχειν τὸν φόβον τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ. Οὗ γὰρ φόβος, ἐκεῖ ἐντολῶν τήρησις. Ἐκ τοῦ μελετᾷν τὸν θάνατον. Ἔνθα γὰρ μελέτη θανάτου, παθῶν ἀλλοτρίωσις. Ἐκ τοῦ μεριμνᾶν τὴν ἀπὸ τοῦ σώματος διάζευξιν, τὴν ἐπὶ ταύτῃ ἀγγελικὴν ἐπιστασίαν, τὴν ἀπαγωγὴν τῆς ψυχῆς πρὸς τὰ οὐράνια. Πῶς ἄρα διέλθοι τὸν ἄρχοντα τοῦ τῇδε αἰῶνος, πειρώμενον πρὸς ἑαυτὸν τὴν ἀνιοῦσαν ψυχὴν ἐπισπάσασθαι, εἴπερ ἴδοι αὐτὴν κατεστιγμένην τοῖς πάθεσιν· εἶτα ποῦ τὴν ἀποκατάστασιν λάβοι μέχρι καιροῦ ἀναστάσεως· ἡνίκα τὸ συζυγὲς σῶμα ἑνωθείη κατὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ δύναμιν. Καὶ οὕπω λέγω τὴν μικρὸν ὕστερον ἐπέλευσιν τοῦ νυμφίου Χριστοῦ, ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ· τήν τε εἰς ἀέρα ἁρπαγὴν τῶν θεοφιλῶν ψυχῶν· καὶ τὴν ὁμοῦ πάσης τῆς κτίσεως συναγωγὴν πρὸ προσώπου τοῦ φοβεροῦ βήματος· εἶτα τὴν ἀπόφασιν ἑκατέρων τῶν παρισταμένων μερῶν· τοὺς μὲν δικαίους καλοῦσαν εἰς βασιλείαν οὐρανῶν· τοὺς δὲ ἁμαρτωλοὺς ἀποπέμπουσαν εἰς τὸ πῦρ τὸ ἐξώτερον. Τοίνυν ἡ ταῦτα ἐννοοῦσα εὐαισθήτως ψυχὴ, τρέμει, δεδιᾷ, κατανύσσεται, δακρύει, καθαίρεται, φωτίζεται, ἐξισταμένη τῶν τῇδε σχέσεων· ἀλλοιουμένη τε τὴν καλὴν ἀλλοίωσιν, καὶ πρὸς Θεὸν ἀνατρέχουσα ἐν χαρᾷ πνευματικῇ καὶ ἀῤῥήτῳ θυμηδίᾳ· ὡς ἀποστρέφεσθαι μὲν καὶ ἥλιον ὁρᾶν, καὶ τῶν ἄλλων ἡδέων τοῦ παρόντος βίου, διὰ τὴν ὑπερνικῶσαν τοῦ καλοῦ θεωρίαν. Οὕτως ἔστι τὸν καλὸν ἀγῶνα ἀγωνίζεσθαι, τιμιωτάτη. Τοῦτον δὴ ἀγωνισαμένη ἡ καλή σου μήτηρ, ἐκολλήθη Θεῷ, καὶ μετέβη ἐπαινετῶς τῶν ἐνθένδε.

Ἐπειχθῶμεν οὖν καὶ ἡμεῖς, παρακαλῶ, τοῖς ἐκείνης ἴχνεσιν ἕπεσθαι· καὶ μήτ᾽ ἰλιγγιάσης πρὸς τὸ ὕψος τῆς ἀρετῆς ἐκκαλουμένη· τὸ μὲν ὅτι χάριτι Θεοῦ καὶ συνεπαίρῃ ταῖς καλαῖς ἀναβάσεσιν, ἐξ ὧν ἀκούω εὖ πράττειν σε· τὸ δὲ ὅτι οὗ τὸ θέλειν πάρεστιν, ἐκεῖ κατὰ μικρὸν καὶ ἡ τελείωσις προσγίνεται, τοῦ Θεοῦ δυναμοῦντος, καὶ φιλοῦντος τὴν σωτηρίαν τοῦ οὕτως προαιρουμένου. Τάχα δὲ τὴν προστασίαν τῶν ἀδελφῶν ἐμπόδιον ἡγήσῃ τῆς τοιαύτης προθέσεως, προσβαρουμένη τῇ ὁδηγίᾳ· ἀλλὰ μηδαμῶς, ὦ κυρία. Οὐδὲν γὰρ οὕτως ἀγαπητὸν Θεῷ, ὡς τὸ ποιμαίνειν καὶ ὁδηγεῖν τοὺς ἑπομένους. Φησὶ γὰρ πρὸς τὸν μέγαν Πέτρον· Εἰ ἀγαπᾶς με, ποίμαινε τὰ πρόβατά μου. Καὶ πάλιν· Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Καὶ πάλιν· Ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Ἂν μὲν γὰρ ἐπιτρέχων τις, ἐκ φιλαρχίας δράξηται τῆς ποιμαντικῆς ῥάβδου, μισητὸς καὶ ἀπόπτυστος Θεῷ, οὔτε σώζων, οὔτε σωζόμενος. Ἂν δὲ κληθεὶς δι᾽ ὑπακοὴν Θεοῦ δέξηται τὴν προστασίαν, καὶ φίλος Θεῷ καὶ σώζων καὶ σωζόμενος ἀποδειχθήσεται. Ἐπειδὴ δὲ αὐτὴ οὕτως κέκλησαι, χαῖρε καὶ τρέμε· τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν ἀγωνίαν· ἡγοῦ καὶ κατευοδοῦ, ποιμαίνουσα καὶ διαφέρουσα τὴν φροντίδα τῆς ἀδελφότητος. Ὀῤῥωδεῖ σε τὰ θρυλλούμενα ὡς φής· ἀλλ᾽ ἔχεις Θεὸν ἐπίκουρον, συνεργίᾳ τῶν προσευχῶν τῆς μητρός. Ἐφ᾽ ᾧ τὴν μέριμνάν σου ἐπιῤῥίψοις, καὶ αὐτὸς ποιήσει ῥάους τὰς διαθέσεις σου. Οὐκ ἔχειν λέγοις τινὰ τὸν προστατοῦντά σου γνησίως; Ἀλλ᾽ ἔχεις τὸν πρωτοστάτην αὐτὸν ὃν ἠγάπησας Κύριον· ἔπειτα καὶ τὸν φύλακα τῆς ζωῆς σου ἄγγελον, ῥυόμενόν σε ἐκ παντὸς κακοῦ. Διὸ εὐθύμει καὶ μὴ ἀθύμει· εὐρώστει καὶ μὴ ἀῤῥώστει· πρόνοιαν ποιοῦσα τῆς εὐεξίας τοῦ σώματος· ἵνα δουλεύῃς Θεῷ ἀρκούντως, καὶ διέπῃς τὰς ἀδελφάς. Καὶ αἱ ἀδελφαὶ πάλιν· πρὸς αὐτὰς γὰρ ὁ λόγος ἐπιστρέφοιτο· ἵνα ἕπωνται κατὰ λόγον, καὶ ποιμαίνωνται θεοπρεπῶς, σὲ μόνον ἀναπνέουσαι, καὶ σὲ μητέρα ἀληθινὴν γνωρίζουσαι, καὶ συγγόνους ἀψευδεῖς ἀλλήλας.

Ὅπου γὰρ ἡ τοιαύτη συμψυχία πάρεστιν, ἐκεῖ ὁ Χριστὸς ἐν μέσῳ, καὶ ἡ μακαρία ζωὴ τελειουμένη· μακαρίαν γὰρ ζωὴν εἵλοντο παρθενίαν ἀσπασάμεναι, καὶ Χριστὸν νυμφίον ἔχουσαι, καὶ οὐκ ἐπικήρους μνήστορας· ὧν ἡ συνάφεια ὀδυνηρὰ, καὶ ἡ μικρὸν ὕστερον διάζευξις ἀλγεινοτέρα· ὃν δὲ νυμφίον ἔχουσι Χριστὸν, οὔποτε ἀποθνήσκει· ἀλλὰ καὶ ζωή ἐστι τῶν ἀπάντων· καὶ συνεισελεύσονται αὐτῷ, τηροῦσαι τὸ ἐπάγγελμα τῆς νηστείας, εἰς τὸν οὐράνιον νυμφῶνα· καὶ φαγέτωσαν, καὶ πιέτωσαν, καὶ ἐνδιδυσκέσθωσαν, καὶ ὅ τι ἂν ἄλλο χρειῶδες λαμβανέτωσαν πρὸς τῆς εὐδιακρίτου σου θεοφιλείας· ἐπείπερ φησὶν ὁ Ἀπόστολος· Οὕτως ἰμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Μόνον ὁμογνωμονείτωσαν, συμφρονείτωσαν, μίαν ψυχὴν ἔχουσαι, ἓν θέλημα, πάντα κοινὰ, μηδὲν ἰδιόκτητον, μηδὲν ἑτερόγνωμον· καὶ τὸ πᾶν αὐταῖς τῆς σωτηρίας ἐξείργασται· καὶ ὁ σύντομος καὶ ὁ πάγκαλος τοῦ κοινοβιακοῦ βίου δρόμος διήνυσται· καὶ χορεύσουσιν εἰς αἰῶνας τῶν αἰώνων μετὰ σοῦ τῆς καλῆς μητρὸς καὶ θεόφρονος. Οὕτω γὰρ τὸ καλὸν κοινόβιον, καὶ ἡ καλῶς ποιμαίνουσα εὐφρανθήσονται ὁμοδίαιτον εὐφροσύνην, καὶ ἔσονται σὺν Κυρίῳ πάντοτε. Αὕτη ἡμῶν ἡ μικρὰ καὶ μηδαμινὴ προσφώνησις· σὺ δὲ, κυρία, τὰ βραχέα σπέρματα λαβοῦσα, παρ᾽ ἑαυτῆς πρόσθες τὰ ἐλλείποντα· καὶ προσεύχεσθαι περὶ ἡμῶν τῶν ἁμαρτωλῶν παρακλήθητι· ἵνα ὧν λόγων ἐσμὲν διδάσκαλοι, τούτων ἐνεργεῖς ὀφθῶμεν πράκτορες· καὶ σωθῶμεν σὺν ὑμῖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

· Contents ·