Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 135: Catechetical Letter

ΡΛΕ΄. — Κατηχητική.

Ὅτι ἐπεζήτησεν ἡ τιμιότης σου λόγον νουθεσίας παρὰ τῆς ταπεινώσεως ἡμῶν· καὶ ὁ λόγος ἡμῶν ἐξουθενημένος, καὶ ὁ βίος ἡμῶν ἡμελημένος. Ὅμως ὅτι ἐρῶμεν τῆς σωτηρίας σου, καθότι καὶ παρθένος εἶ νύμφη Χριστοῦ, κειμήλιον ἁγιότητος, καὶ καθὼς ἐκ πεποιθήσεως ἐπιζητεῖς ἡμῶν τὴν νουθεσίαν· ἐπιζητεῖς δὲ αὐτὴν διὰ τὴν ἐπὶ θύραις ἐφισταμένην ἁγίαν τεσσαρακοστήν· καὶ ἡ ἀληθινὴ παρθένος Χριστοῦ οὐκ ἐν ἡμέραις ἀφωρισμέναις, ἀλλ᾽ ἐν παντὶ καιρῷ, καὶ ἐν ἑκάστῃ ἡμέρᾳ ζητεῖ πῶς ἀρέσει τῷ Κυρίῳ καὶ Νυμφίῳ αὐτῆς. Ἔχει δέ τι πάντως καὶ ὁ τῶν νηστειῶν χρόνος ἰδίωμα σπουδῆς ἐναρέτου πρὸς τὸν ὅλον ἐνιαυτόν· τοιγαροῦν, ὦ τιμιωτάτη, τὸν συνήθη σου κανόνα τῆς ἀσκήσεως ἐνεργεῖν καὶ ἄρτι προθυμήθητι· οὐ γὰρ δυνάμεθα ὁροθετεῖν τοῦτο κἀκεῖνο, ἢ σοὶ, ἢ ταῖς μετὰ σοῦ συνασκουμέναις, διὰ τὸ μήπω εἰδέναι τὴν τάξιν καὶ τὴν ἀγωγὴν ὑμῶν. Εἷς δὲ ὅρος καὶ κανὼν κοινωφελὴς πᾶσι κεχρεωστημένος, καὶ μάλιστα τοῖς ἀνηρημένοις τὸ μοναχικὸν ἑπάγγελμα, τὸ μηδὲν ἔξω τῶν ἀπαρεσκόντων Θεῷ πράττειν ἡμᾶς, ἀλλ᾽ ἐν φόβῳ καὶ τρόμῳ τὴν σωτηρίαν ἡμῶν κατεργάζεσθαι· καὶ γὰρ νηστεία ἀληθὴς, ἡ παντὸς κακοῦ ἀποχή. Νηστεύσωμεν πρῶτον μὲν ἀπὸ τοῦ μὴ εἰσοικίζεσθαι τοὺς πονηροὺς λογισμοὺς ἐν τῇ καρδίᾳ, κἀντεῦθεν ἀνάπτεσθαι εἰς ἐπιθυμίας ἐκτόπους. Μία γὰρ ἐπιθυμία καὶ εἶς ἔρως ἀληθινὸς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καλὸς καὶ ὡραῖος Νυμφίος· οὗ ἡ ἐφιεμένη ἐξ ὁλοκλήρου ψυχὴ, μισεῖ σάρκα καὶ αἷμα, καὶ πάντα τὰ τῆς φθορᾶς ἰνδάλματα· ἀεὶ δὲ πτερουμένη τῷ περὶ αὐτὸν πόθῳ, ἀποστρέφεται σχεδὸν εἰπεῖν, καὶ αὐτὸν τὸν ἥλιον ὁρᾷν· καὶ σφαδάζει καὶ τοῦ σώματος ἐκβῆναι, καὶ πρὸς τὸν ποθούμενον γενέσθαι· ὅπερ ἐστὶ τὸ ἀκρότατον ὀρεκτὸν τοῖς λόγου μετειληφόσι. Νηστεύσωμεν δὴ κατὰ δεύτερον λόγον, καὶ ἀπὸ βρωμάτων ποσότητός τε καὶ ποιότητος· καὶ τοσοῦτον, ὁπόσον ἡ δύναμις τοῦ σώματος φέρει· φησὶ γὰρ ὁ Ἀπόστολος· Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης· τὸ ἱλαρόν γὰρ ἀγαπᾷ ὁ Θεός· καὶ τὸ κατὰ δύναμιν. Τοῦτο δὲ ἐπὶ σοῦ τῆς καθηγουμένης κυριολεκτεῖσθαι δύναται· ἐπὶ δὲ τῆς ἀδελφότητος οὐκ ἔχει δύναμιν· διὰ τὸ κατὰ τὴν ὑπὸ σοῦ δεδομένην διάταξιν καὶ ἐσθίειν καὶ πίνειν, καὶ τὴν ἄλλην ἀγωγὴν εἶναι ἐφ᾽ ἑκάστης, ὥστε διακριτικοῦ ὅμματός σοι χρεία προσηκόντως τὰ κατ᾽ αὐτὰς ἐπιθεωρεῖν. Κοινῶς δὲ ἐπὶ πᾶσι, τὸ ἀπέχεσθαι ματαιολογίας ἀκαίρου, βασκανίας ἀτόπου, ἀργίας περιέργου· μᾶλλον μὲν οὖν ἡσυχίαν ἄγειν εὔκαιρον· καὶ λόγον φθέγγεσθαι δέοντα· καὶ ἀγαπᾶν καὶ στέργειν ἀλλήλας κατὰ Κύριον· καὶ πάντα κοινὰ ἔχειν, καὶ μηδὲν ἀποτεταγμένως ἴδιον... Λείπει σελ. α΄.

· Contents ·