Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 136: To Theodore the Strategos
ΡΛϚ΄. — Θεοδώρῳ στρατηγῷ.
....... οὖσι τὸ ἐναντίον ἀπάντημα. Ὢ τῆς συμφορᾶς! τίς αὕτη ἡ ἀκούσιος ἀπαγωγή; τίς δὲ ἡ ἀναγκαστικὴ μέθεξις ἐπαπειλοῦσα τὸν κατὰ σάρκα κίνδυνον ἐν τῷ μὴ προαιρεῖσθαι μεθέξειν τοῦ ἑτεροδόξου ἄρτου; ἐκουσιόθυτον· ὦ χριστιανικώτατε λογισμέ· τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Φησὶ γὰρ ὁ μέγας Ἀπόστολος περὶ αὐτοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ· ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων· γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἐπεὶ οὖν ἑκουσιόθυτον καὶ ἑκουσιόδοτον τοῖς ἐθέλουσιν, ἀλλ᾽ οὐχὶ τοῖς μὴ ἐθέλουσι. Καὶ γὰρ αὐτὸς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησὶ πρὸς τοὺς ἀποστόλους· Μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν; διὰ τοὺς ἤδη ἀπελθόντας ἀπ᾽ αὐτοῦ τῶν δοκούντων μαθητιᾷν. Καὶ ἡ παρὰ τοῦ μεγάλου Πέτρου ἀπόκρισις τοιάδε· Πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἔγνωμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ πάλιν ὁ μέγας Πέτρος ἐν τῇ οἰκείᾳ ἐπιστολῇ, Ἑκουσίως ποιμαίνειν δεῖ, ἀλλ᾽ οὐκ ἀναγκαστικῶς.
Γνώτωσαν οὖν λοιπὸν οἱ βιαστικῶς ἔλκοντες πρὸς τὴν ἑαυτῶν κοινωνίαν τοὺς μὴ προαιρουμένους, ὡς ἑλληνοειδῶς τοῦτο πράττουσιν· οὐ σῶμα Χριστοῦ τὸ ἐθελόθυτον παρέχοντες, ἀλλὰ τοὐναντίον εἰδωλοθύτου ἔχον ἔμφασιν, κατὰ τὴν ἀκούσιον τοῦ θυομένου ἐν ταῖς κατ᾽ αὐτῶν φιλοδαίμοσι σπονδαῖς. Καὶ ὁ λόγος ἀληθὴς, καὶ ἡ δεῖξις ἐναργὴς, καὶ ὁ ἀκούων οὐδείς. Ἀλλὰ, Φεῖσαι, Κύριε, φεῖσαι, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τέλειον, ὥς πού τις ἔφη τῶν προφητῶν. Τί δὲ ἡμεῖς πάθωμεν, ὦ τριπόθητε καὶ πανεύφημε; Εἰρήσεται γὰρ, Εἰ καὶ τραχύτερον, πῶς φιλία ὁ λόγος; ἀπαχθείημεν τῷ καιρῷ ἔτι· ὑποπτήξομεν τὴν ἐξουσίαν πλέον ἢ καλῶς ἔχει; καὶ ποῦ ἡ φωνὴ τοῦ Κυρίου ἀπαγορεύουσα τὸν ἀνθρώπινον φόβον, καὶ μᾶλλον καθορίζουσα τὸν Θεὸν μόνον, ἐφ᾽ ᾧ ἡ πᾶσα ἐξουσία, καὶ ἡ δύναμις τοῦ καὶ ψυχὴν καὶ σῶμα ἐμβαλεῖν εἰς γέενναν πυρός; Φεῦ τῆς συμπτώσεως! Ἀβάλε τῆς ὑποπτήξεως! ἐφ᾽ ὅτῳ οὖν προσώπῳ καὶ μάλιστά γε χριστιωνύμῳ. Πλὴν ὅμως δεῦρο πάλιν, φίλε καὶ κύριε καλὲ, ἀνακληθῶμεν, μεταμεληθῶμεν. Ἐγγὺς Κύριος τοῖς ζητοῦσιν αὐτὸν, καὶ οὐ βούλεται μὲν τὴν πτῶσιν ἡμῶν κατά τι τῶν ἁμαρτανομένων· πεσόντας δὲ ἐρᾷ ἀνίστασθαι ἡμᾶς θᾶττον, καὶ ἁμαρτάνοντας ἐπιστρέφειν· καὶ τοῦτο ὁσάκις ἂν καὶ συμβαίη κατά τινα περιπέτειαν ἀβουλίας. Εἴποι δ᾽ ἂν τυχὸν ἡ τιμία σου ψυχή· Ὁ βαλὼν καὶ ἰάσεται· καὶ οἶον τὸ ἐπιτίμιον· οὐδὲν γὰρ ἀνιάτρευτον θεραπευόμενον· οὐ βαρὺς ὑμῖν ὁ τῆς ἰατρείας λόγος.