Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 137: To Procopius the Monk
ΡΛΖ΄. — Προκοπίῳ μονάζοντι.
Ἄρτι ἐπιστέλλω τῇ τιμιότητί σου, ὁπότε τὸν διάκονον τοῦ γράμματος ἐμόν τε καὶ σὸν εὗρον, οὐ μὴν ἀλλὰ καὶ παρορμήσαντά με εἰς αὐτὸ τοῦτο, ὡς καὶ τῆς εὐσεβείας σου οὕτως ἐπιζητούσης, καὶ φιλούσης. Ἀλλὰ χαῖρε, ὦ ἄνθρωπε τοῦ Θεοῦ. Χαῖρε, φίλων ἄριστε, καὶ μάλα τῶν ἀρχαίων. Χαῖρε, ὦ εὐλαβείᾳ περιβόητος, καὶ ἐν γνώσει ἐξακουτιζόμενος. Ποῦ ποτε ἀπολέλοιπας ἡμᾶς, τοσούτοις χρόνοις ὑποκρύψας σου τὸ τίμιον πρόσωπον; Τίς δὲ ὁ τρόπος τῆς κατὰ τὴν ἑστίαν περιορίσεώς σου, μήπω προϊόντος καὶ ἐμφανιζομένου δημοσίᾳ; καὶ τρίτον, ἵνα παῤῥησιαστικώτερον φήσω, μᾶλλον μὲν οὖν ἀγαπητικώτερον· ἀγάπης γὰρ ἴδιον, τὸ μὴ ὑποστέλλεσθαι ἐν ταῖς ὠφελίμοις πρὸς τὸν ἀγαπώμενον ὑπομνήσεσι· τίς ἠ ἐργασία σου αὕτη· πεφευγότος κόσμον διὰ τῆς μοναχικῆς τελειώσεως, καὶ οἴκαδε πάλιν ἀναστρέψαντος· λυθέντος δεσμῶν προπαθείας, τοῦτο γὰρ ἡ ἀποταγὴ, καὶ αὖθις δεθέντος τῇ συνοικήσει τῆς κυρίας τῆς ὁμοζύγου, καὶ τῶν θεοφυλάκτων τέκνων; καὶ ὃ ἔτι ξενικώτερον, ἀποκαρθέντος τῷ τῆς ἑνιαίας ζωῆς ἰδιώματι, καὶ τελειωθέντος τῷ θείῳ μυσταγωγήματι, καὶ αὖθις καρηκομῶντος ἐρημικοειδεῖ πολιτεύματι; Ἕκαστος, φησὶ ὁ Ἀπόστολος, ἐν τῇ κλήσει, ᾗ ἐκλήθη, μενέτω. Καὶ πάλιν ἑτέρωθι· Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Καὶ ἀλλαχοῦ πάλιν αὐτὸς περὶ ἑαυτοῦ· Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καὶ ἕκαστος ἐκ τοῦ ἰδίου σχήματος γνώριμον ἑαυτὸν καθίστησι, στρατιώτης ἐκ τοῦ φορεῖν μάχαιραν, ἀστικὸς ἀπὸ τοῦ φορεῖν περιβόλαιον. Καὶ ἁπλῶς ἕκαστος σχεδὸν τῶν ἐν ἀρχαῖς, ἢ τέχναις, ἢ μεθόδοις τὰ προσήκοντα αὐτῷ σκεύη ἐπιφέρεται· οὔτε γὰρ ἰατρὸς ποιμαντικὴν ῥάβδον ἕλοιτο βαστάζειν· οὔτε ποιμὴν ἰατρικὸν ὄργανον ἐπὶ χεῖρα ἔχοι. Εἰ δὲ ταῦτα οὕτως, πολλῷ γε μᾶλλον ἐπὶ τῶν πνευματικῶν καὶ μεγίστων οὐκ ὀφείλει τις παρὰ τὰ οἰκεῖα τῆς καταστάσεως, οὔτε ζῇν οὔτε μετασχηματίζεσθαι· ἵνα μὴ τὸ ἐπηρτημένον παρὰ τοῦ Κυρίου κρῖμα, ὡς τὸν κόσμον σκανδαλίζων ἀποίσῃ· οὗ φύγοιμεν, ὦ τριπόθητε· καὶ μάλιστα ἡμεῖς οἱ καὶ γνώσει καὶ βαθμῷ τῶν πολλῶν διαφέροντες. Ἐπειδὴ κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν. Ὁ δὲ ἐλάχιστος συγγνωστὸς, καθὰ γέγραπται. Καὶ πάλιν ὁ Κύριος· Ὧ παρέθετο πολὺ, περισσότερον ἀπαιτήσουσι. Μὴ οὖν, παρακαλῶ, ἡμεῖς οἱ ὀφείλοντες φῶς εἶναι τῶν ἐν σκότει, τοὐναντίον ὦμεν· μηδὲ οἱ ἁλίζειν εὐαγγελικῶς τεταγμένοι, μωρανθείημεν ἐξ ἀπροσεξίας· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γενέσθω, βοᾷ ὁ Ἀπόστολος· πάντα πρὸς ὠφέλειαν τοῦ πλησίον, ἀλλὰ μὴ πρὸς βλάβην. Κἂν ἐπ᾽ αὐτῶν τῶν συγκεχωρημένων ἡμῖν σκινδαλμὸς γίνοιτο, τοῦτο πάλιν βοᾷ ὁ μέγας Βασίλειος, καὶ πᾶσα ἁπλῶς ἥ τε Παλαιὰ καὶ Νέα Διαθήκη, ἐν τοῖς ἰδίοις ὅροις καὶ τρόποις ἕκαστον διαμένειν ἐγκελεύεται· καὶ μή με νομίσῃς, δέσποτα, κατεπαρτικῶς σοι ἐνεχθῆναι· ἀλλὰ καὶ λίαν ἀγαπητικῶς καὶ πεπονημένως· ἀναδεχόμενον τὰ σὰ ἐν ἐμοὶ, κατὰ τὴν τῆς ἀγάπης ἀνάκρασιν, καὶ ἐφιέμενον τὸ σωτήριον τῆς τιμίας σου ψυχῆς, ὡς τὸ ἐμαυτοῦ· εἰ δέ τι ἔξω τοῦ εἰκότος ὁ λόγος ἔχει, ὁ παρὰ σοῦ λόγος διδαξάτω, καὶ πεισάτω τὴν ἐμὴν ταπείνωσιν, τὰ εἰκότα σε πράττειν ἐν τοῖς ἀπελεγχθεῖσιν ἐκτόπως ἔχειν.