Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 138: To Theoctistus the Hermit
ΡΛΗ΄. — Θεοκτίστῳ ἐρημίτῃ.
Ἡ τοῦ Θεοῦ ἐντολὴ ἡ ἀπαιτοῦσα ἡμᾶς ἀγαπᾶν ἀλλήλους, καὶ τοσοῦτον ὅσον τὴν ψυχὴν τιθέναι ὑπὲρ ἀλλήλων, ἠνάγκασέ με, ἀδελφὲ πνευματικὲ, καὶ πάλιν ἐπιστεῖλαί σοι, πονοῦντα περὶ τῆς σωτηρίας σου· καὶ ἀκούοντα διαίρεσιν εἶναι σχισματικὴν μεταξὺ ὑμῶν καὶ ἑτέρων ἀδελφῶν οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ λίαν χαλεπὴν, ὥστε καὶ συναποῤῥαγῆναι εἰς δύο μέρη ἀντικείμενα τὸν ἀγελαῖον λαὸν, ἑκατέρου ἑκατέρῳ προσκειμένου, καὶ πόῤῥω ἀφισταμένου τῆς ἀλληλούχου κοινωνίας· καὶ τοῦτο ὅλον ἔργον τοῦ Σατανᾶ τοῦ ἀρχαίου ἀνθρωποκτόνου· καὶ τοῦτο σκάνδαλον μέγα· καὶ λέλεκται παρὰ τοῦ Κυρίου· Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. Καὶ πάλιν· Συμφέρει ἵνα μύλος ὀνικὸς δεθῇ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τούτων τῶν ἐλαχίστων. Καὶ θαυμάζω πῶς ἡ τιμιότης σου, ἀσκοῦσα καὶ προσκειμένη Θεῷ ἐν τοσούτοις ἔτεσιν, ἀφροντίστως ἔχει περὶ τοῦ κινδύνου τούτου· ὃς εἰ μὴ διωρθωθῇ διὰ πάσης σπουδῆς σου καὶ ἐπιμελείας, οὐ μόνον κενὴν πᾶσάν σου τὴν ἄσκησιν ἐργάσεται, ἀλλὰ καὶ πόῤῥω σε Θεοῦ ποιήσει, ὃ μὴ γένοιτο. Διὰ τοῦτο, ἀδελφὲ, φιλαδέλφως κινηθεὶς πρὸ τριῶν ἐτῶν, ἡνίκα ἐπλησίασα τοῖς αὐτόθι ἀπὸ Σμύρνης ἐπανιὼν καὶ τὸ σχίσμα μεμαθηκὼς, ἔγραψά σοι ἅπερ ἀκήκοα, καὶ ὡς δεῖ σε φρονεῖν περὶ τῆς ἀληθείας, καὶ ὡς φυγεῖν τὸν ἐπηρτημένον κίνδυνον τοῦ σκανδάλου. Καὶ οὐκ ἀντέγραψάς μοι· καὶ πάλιν δεδήλωκα, καὶ οὐκ ἀπεκρίθης μοι· καὶ τοῦτο κατηγορία ἐναργὴς, τοῦ μὴ θέλειν σε Θεὸν θεραπεύειν, μηδὲ ὀρθοποδεῖν περὶ τὴν ἀλήθειαν. Καὶ συγχώρησον, μὴ καταγανακτήσῃς μου λέγοντος τὸ ἀληθές. Γέγραπται· Ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν. Ἰδοὺ ἐγὼ ὁ τάλας, καίπερ μὴ ἰδών σε πώποτε, ἀλλ᾽ ὅτι ἀδελφὸς κατὰ Χριστὸν, οὐκ ἤνεγκα τὴν ἀκοὴν φόβῳ· ἐλεγμῷ δὲ ἤλεγξα· παρακαλῶν παρεκάλεσα, ἀποδυόμενος τὸ κρῖμα, καὶ φιλῶν τὴν σωτηρίαν σου. Πῶς αὐτὸς ὁ ἐγκληθεὶς, καὶ τοῦ σχίσματος πατὴρ, οἴσεις τὸ κρῖμα; πῶς δὲ ἀπολογήσῃ τῷ Χριστῷ ὑπὲρ τοσούτου λαοῦ εὐθυνόμενος; Ἰωάννου τοῦ προδρόμου εἰ τὸ ἔργον ἔχοις, κενόν σε τῆς βασιλείας ἀποπέμψει τοῦ Θεοῦ, εἰ μὴ προκαταλάβοις διορθώσασθαι. Τίς δὲ ἡ διόρθωσις; εἰ μέν οἷόν τε, σοῦ αὐτοῦ παρόντος· εἰ δὲ μὴ, δι᾽ ἀποστόλου σου ἀπολογίᾳ γραμματικῇ περὶ ὧν πρότερον ἐνεκλήθης, ἀθωῶν ἑαυτὸν διὰ τῆς ἀπολογίας, καὶ ὑποδεικνύων ὀρθὴν τὴν πίστιν, καὶ τὴν ἐφ᾽ ἅπασιν ὀρθοτομίαν τοῦ λόγου τῆς ἀληθείας. Καὶ οὕτως γενομένης ὁμονοίας ἐν Κυρίῳ, οὐ λέγω μετὰ τοῦδε καὶ τοῦδε, ἀλλὰ μετ᾽ ἐμοῦ μόνου τοῦ ταπεινοῦ, ἤρθη τὸ σκάνδαλον ἐκ μέσου, καὶ συνήφθη τὰ διεστῶτα· καὶ ὁ Κύριος ἐν μέσῳ ἡμῶν, καὶ οὐ βλασφημούμενον τὸ ὄνομα αὐτοῦ δι᾽ ἡμᾶς· οὐ λέγω ἐν τοῖς ἔθνεσιν, ἀλλ᾽ ἐν τοῖς Χριστιανοῖς. Κἄν τινες διαφέρωνται μετὰ τὴν εἰς ἀλλήλους συμφωνίαν διδαχθήσονται καὶ συναφθήσονται δι᾽ ἡμῶν αὐτῶν τῶν ταπεινῶν ὑπερασπιζομένων σε, ὡς ἐμαυτόν. Καὶ ἵλεως ἔσται Θεὸς, καὶ ὁ βίος σου οὕτω μακάριος, καὶ τὸ τέλος σου αἰνετὸν, καὶ τὰ ἐγκαταλείμματά σου ἐν δικαιοσύνῃ. Ἰδοὺ δευτέρα ἡ ἐπιστολή μου αὕτη ἡ εὐτελής. Καὶ εἰ μὲν δράσεις τὰ δέοντα, δηλῶν καὶ ἀπολογούμενος περὶ πάντων ὧν ἐγκαλῇ, ἐκερδήθης ὁ ἀδελφὸς ἡμῶν, κυριολέκτως εἰπεῖν, καὶ χαίρομεν ἐπὶ σοὶ μέγα οἱ ταπεινοί. Εἰ δὲ, ὅπερ ἀπείη, ἐμμείνῃς ἐν τῇ αὐτῇ σιωπῇ καὶ ἀπειθείᾳ, βαστάσοις τὸ κρῖμα αἰώνιον, ἄπρακτα ἀσκῶν, μᾶλλον δὲ ὀλεθρίως σχίζων τὸν λαὸν τοῦ Θεοῦ, διὰ τῆς οἰκείας ἰδιοπραγίας. Ἡμεῖς δὲ προσέξομεν τῷ Ἀποστόλῳ λέγοντι· Αἰρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.