Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 139: To Abbot Stephen
ΡΛΘ΄. — Στεφάνῳ ἡγουμένῳ.
Ἡ συχνότης τῶν γραμμάτων πυκνουμένην δείκνυσι τὴν ἀγάπην τῆς τιμιότητός σου, πατρικῷ ἔθει ἐπερειδομένην. Κἀκεῖνος γὰρ ὁ μακάριος πρὸς τοῖς ἄλλοις αὐτοῦ κατορθώμασι, καὶ τῷδε τῷ ἐπιτηδεύματι δημιουργῶν ἦν πρὸς τοὺς ἀδελφοὺς τὸ τῆς ἀγάπης καλόν. Γράφε τοίνυν, ὦ τριπόθητε, πατρώζων ἐν τούτῳ, ἡμᾶς τε ἡδίους ποιῶν τῷ συνεχεῖ τοῦ φθέγματος. Μὴ μέντοι ἐπαίνει, μηδὲ σύγκρινε χρυσῷ μόλιβδον, μηδὲ μαργαρίτῃ πηλόν. Προσεύχου δὲ μᾶλλον, καὶ ὑμῶν τῶν ἐκείνου ὀπαδῶν κατόπιν ἰέναι· διὰ τὸ ἀχρεῖόν με εἶναι ἐν πᾶσι· κἂν αὐτὸς ὠφελεῖσθαι λέγοις πρὸς ἡμῶν τῶν ἀνωφελῶν ἀγαπητικῶς φερόμενος. Εἰ δὲ καί τι ὀνησιφόρον σου γίνοιτο, Θεῷ τὸ πρᾶγμα ἀναθετέον, τῷ δι᾽ ἀλλήλων καὶ ἐν ἀλλήλοις οἰκονομοῦντι τὰ κατὰ χρείαν. Εἶεν δὴ ταῦτα. Πρὸς δὲ τῶν ἐκ μετανοίας ἀνασφηλάντων σφραγῖδα ἐπὶ τραπέζης, ἢ κατὰ ἄλλην τινὰ περιπέτειαν δεδέχθαι τοὺς ἤδη διαπεφευγότας τὸν ὅλισθον· ἤδη ἐπὶ Πατέρων ἁγίων σχεδὸν εἰπεῖν συνοδικῶς συνεζητήθη καὶ συνεκροτήθη, εὖ ἔχειν καὶ ἡμῖν τοῖς ταπεινοῖς εὐαπόδεκτον τὸ πρᾶγμα φυλαττόμενον, καὶ ἄλλοις μεταδιδόμενον. Εἰ οὖν καὶ αὐτὸς οὕτω βούλοιο κρατεῖν, καὶ ἐπαινοῦμεν καὶ ἀποδεχόμεθα. Τὸ γάρ τινας ἀπαναίνεσθαι, ἐθελοθρησκείας ἐστὶν ἔργον κατηγορουμένης ὑπὸ τοῦ Ἀποστόλου, ἀλλ᾽ οὐκ ἐχούσης οὔτε τὸ ἔννομον, οὔτε τὸ φιλάδελφον. Πόθεν γὰρ ἐρείδονται τὸ ἀσφαλὲς ἔχειν, μήτε κανόνος θεσπίζοντος, μήτε τοῦ θεσπεσίου ἡμῶν ἱεράρχου ἀπείργοντος ἡμᾶς τοῦτο δέχεσθαι; Ἢ οὐχὶ μᾶλλον ἀναιρετικόν ἐστι μετανοίας, καὶ ἀπογνωστικόν ἐστι σωτηρίας; τὸ τὸν ἀξιούμενον μετέχειν τῶν ἁγιασμάτων, καὶ σημειοῦν ἑαυτὸν τῇ σταυροειδεῖ εἰκόνι, μὴ ἐξεῖναι σφραγίζειν βρῶμα κοινὸν, εἴτε ἰδίᾳ εἴτε δημοσίᾳ; Ἢ οὐκ ἴσμεν ὅτι ὁ ἀγαθὸς ἡμῶν Θεὸς καὶ Κύριος, ὁ μόνος ἀναμάρτητος, καὶ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑπὸ πόρνης τοὺς ἀχράντους πόδας ἠνέσχετο καὶ χειραπτεῖσθαι, καὶ ὑπαλείφεσθαι δάκρυσιν, ὥσπερ καὶ μύρῳ; Ἀλλὰ καὶ μετὰ τελωνῶν ἐσθίει καὶ παρὰ τελώναις, καὶ μαθητεύει τελώνας· καὶ οὐδὲν αὐτῷ οὕτω φιλητὸν ὡς τὸ ἐπιτρεπτικὸν ἐξ ἁμαρτίας καὶ ἀγαπητικὸν ἐπ᾽ ἀλλήλοις. Ἐντεῦθεν καὶ χαρακτηρίζεσθαι τοὺς μαθητὰς αὐτοῦ ὑπογράφει· καί γε τὸν μακάριον Πέτρον, μετὰ τὴν ἄρνησιν, πρώταρχον τῶν λοιπῶν ἀποστόλων ἀναδείκνυσιν· οὗ τί μεῖζον εἰς παράστασιν τοῦ προκειμένου λόγου; τί δὲ ἀσυνετώτερον τῶν ἀμαθῶς καὶ οἰηματικῶς μὴ καταδεχομένων, σφραγίζειν καὶ προσεύχεσθαι τοὺς ἤδη τῇ μετανοίᾳ βελτιωθέντας; Ἡμεῖς τοιγαροῦν οἱ ταπεινοὶ οὕτως ἔχομεν, ὡς προείρηται, καὶ ὑμῖν συμβουλεύομεν. Ἄλλοι δὲ ἄλλως ἔχοντες, ὄψονται περὶ τούτου. Πρὸς ἃ δὲ ὁ ἀδελφὸς ἡμῶν Συμεὼν ἠρώτησεν, ἀπεκρίθημεν καὶ ἐφιέμεθαι ἐν πᾶσι πρὸς ἀνάπαυσιν ὑμῶν εἶναι τῶν σεβασμίων οἱ ταπεινοί· καὶ εὐχόμεθα ἀσινεῖς ὑμᾶς διαφυλάττεσθαι ἐν πᾶσιν.