Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 140: Catechetical Letter to Those in Cyzicus
ΡΜ΄. — Κατηχητικὴ πρὸς τοὺς ἐν Κυζίκῳ.
Ἡδέως εἴδομεν τοῦ περὶ τὸν ἀδελφὸν Συμεὼν τὸν εἰς κεφαλὴν ὑμῶν τεταγμένον· τὸ μὲν διὰ τὴν τοῦ χρόνου ἀπουσίαν· τὸ δὲ διὰ τὴν καλὴν πολιτείαν. Ἀγαθὴ γὰρ πολιτεία καὶ αὐτῷ καὶ ἡμῖν· τὸ τοσούτους ἀδελφοὺς ἐπὶ τὸ αὐτὸ συζῇν ἐν δεδιωγμένοις χρόνοις. Ὅπου γὰρ δύο ἢ τρεῖς τυγχάνοιεν ὄντες, ἐπαίνου ἄξιον, ὡς τοῦ Χριστοῦ μεσιτεύοντος, κατὰ τὴν ἐπαγγελίαν. Τὸ δὲ τοσούτους εἶναι ὅλον μοναστήριον, καὶ μεγάλην συνοδίαν, ἀναντίῤῥητον τὸ ἐγκώμιον. Καὶ χάρις Κυρίῳ, ὃς ἔδωκεν ἡμῖν ἐν ἐνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλεῖν τῇ πίστει τοῦ Εὐαγγελίου, καὶ διαφέρειν ἐν ταὐτῷ τὸν ἀσκητικὸν βίον δίαθλον καὶ διαυγῆ, καὶ διαστεφῆ ἀγῶνα ἐν τούτῳ περαιοῦσθαι. Ἐβουλόμεθα δὲ καὶ ὑμᾶς αὐτοὺς τοὺς ἀπόντας κατ᾽ ὀφθαλμοὺς ἰδεῖν, καὶ συμπαρακληθῆναι τῇ κοινωνίᾳ τοῦ πνεύματος· ὡς ἂν καὶ τοὔνομα, καὶ πρόσωπον, καὶ ἦθος, καὶ λόγους ἑνὸς ἑκάστου κατεμάθομεν. Ἀλλ᾽ ἐπεὶ τοῦτο ἠδυνάτει γενέσθαι· εἴδομεν ὑμᾶς ἤδη διὰ τοῦ προηγουμένου καὶ τῶν ὁμοταγῶν ὑμῶν, ὧν ἡ θέα ἔθρεψεν ἡμῶν τὰς καρδίας εὐλαβείᾳ κεχαρακτηρισμένῃ. Τί οὖν ἐστι λοιπὸν εἰπεῖν; Ἵνα καθὼς χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠθροίσθητε, καὶ συνηρτήθητε ἁρμονίᾳ πνευματικῇ, καὶ συμψυχίᾳ ὁμονοητικῇ διαλάμψαντες ἐν τοῖς αὐτόθι καθάπερ τινὲς ἀστέρες ἐν τῇ ζοφερᾷ τῆς αἱρέσεως νυκτὶ, καὶ πρὸς τὸ ἑξῆς οἱ αὐτοὶ διαμείνοιτε, σύμψυχοι, τὸ ἓν φρονοῦντες, ὁμογνώμονες, ὑποτακτικοὶ, πειθήνιοι, εὐήκοοι, εὐχάριστοι, εὔκλητοι, φίλαγνοι, σώφρονες, ἀπαῤῥησίαστοι, ἄρτιοι, κατηρτισμένοι ἐν παντὶ ἔργῳ ἀγαθῷ· ἔτι λάμποντες, ἔτι αὐγάζοντες, ἔτι φωτοβολοῦντες, ἔτι ἁλίζοντες, ὡς ἂν καὶ περὶ ὑμῶν εἰκότως ῥηθείη ὑπὸ τοῦ Κυρίου· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· καὶ αὖθις· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Τάχα δὲ ἐπειδὴ τὴν ὀρεινὴν καταλλήλως ἐπᾴδοιτο κἀκεῖνο περὶ ὑμῶν· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὅρους κειμένη· ὅρους δηλαδὴ ὑψηλῆς πολιτείας, ἐφ᾽ ᾗ οἱ ἐπιβεβηκότες, ὡς ἐν οὐρανῷ, ἐπὶ τῆς γῆς διατρίβουσιν· ὧν οὐκ ἄξιος ὁ κόσμος, κατὰ τὸ ἀποστολικῶς εἰρημένον.
Βλέπετε, τέκνα καὶ ἀδελφοὶ, ὅπως ὑμᾶς ἦρεν ὁ λόγος τῆς ἀληθείας, ἄνω θεὶς τοῖς ἐγκωμίοις, καὶ ὑποδείξας ἀληθινοὺς εἶναι μοναστὰς, ὁμολογητὰς Χριστοῦ, φυγάδας κόσμου, ἄνδρας ἐπιθυμιῶν τῶν κρειττόνων, σαρκὸς παθοκτόνους, στεφανίτας ἐν πνεύματι. Καὶ ταῦτα μὲν λόγοι γυμνοὶ τῆς ἀνταποδόσεως ἄρτι. Ἐὰν δὲ τὸν ἀγῶνα ὑμῶν τῆς τε ὑποταγῆς καὶ ὁμολογίας ἐκτελέσητε κυριώτατα· τηνικαῦτα μεταβαίνοντες τοῦ βίου τὴν τῶν ἔργων ἀπολήψεσθε μακαριότητα, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.