Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 15: To the Patriarch of Jerusalem

ΙΕ΄. — Τῷ τὰ πάντα ἁγιωτάτῳ Πατρὶ Πατέρων, φωστῆρι φωστήρων, κυρίῳ μου, δεσπότῃ πατριάρχῃ Ἱεροσολύμων, Θεόδωρος ἐλάχιστος, πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.

Τίς ἀναγγελεῖ Ἀβραάμ ὅτι Σάῤρα θηλάζει; φησί που ὁ ἱερὸς λόγος. Καὶ τίς ἐμοὶ τῷ ἀναξίῳ εὐαγγελίσοιτο, ὅτι μου τὸ ταπεινὸν γράμμα εἰς ἱερὰς χεῖρας φθάσειε τῆς ἀποστολικῆς ὑμῶν μακαριωτάτης κορυφῆς; Ὅμως πιστεύω, ὅτι γενήσεται· οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλὰ ἀναγκαίᾳ ὑποθέσει κινηθεὶς ὁ ἁμαρτωλὸς ἐτόλμησα καὶ τὸ γράμμα ἀποστεῖλαι, καὶ τὸν ἐπιστοληφόρον Διονύσιον τὸν ποθεινότατον ἀδελφὸν συνεκπέμψασθαι, πιστὸν ὄντα, καὶ δυνατὸν ὅσα ἐλλείπει τῇ ἐπιστολῇ ἀφ᾽ ἑαυτοῦ ἐξηγορῆσαι. Τοιγαροῦν ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, πρῶτον μὲν ὁ ταπεινὸς κατασπάζομαι τὰ θεοβαδῆ αὐτῆς ἴχνη· τοῦτο γὰρ ἐμοὶ εὐλογία τε καὶ ἁγιασμός. Ἔπειτα ὡς πρὸς αὐτῆς ἐπιτραπεὶς ἄπειμι ἐν τοῖς σεβαστοῖς τόποις· προσπτύσσομαι τὸ θεῖον ἔδαφος, οὖ τὰ θεῖα ἴχνη βέβηκε· τὸ ζωοποιὸν μνῆμα, ἐφ᾽ ᾧ τὸ πανάγιον σῶμα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατετέθη· τὸν χῶρον τοῦ ἁγίου Κρανίου, ἐν ᾧ ἐσταύρωται ὁ Κύριος τῆς δόξης. Μέτειμι ἀλλαχοῦ· ὁρῶ τὴν ἁγίαν Βηθλεὲμ ὡς τὴν Ἐδέμ· προσκυνῶ τὴν θείαν φάτνην ὑπὲρ τὴν στάμνον τὴν χρυσῆν, ἐν ᾗ οὐ μάννα, ἀλλ᾽ ὁ τῆς ζωῆς ἄρτος τέθειται. Καὶ μὴν βλέπω τὸ ἅγιον ὅρος, οὗ ἡ θειοτάτη μεταμόρφωσις· τὸ τῶν ἐλαιῶν ὅρος, ἀφ᾽ οὖ ἀνέπτη πρὸς οὐρανοὺς ὁ τῶν ὅλων Κύριος· τὴν ἁγίαν Γεθσημανῆ, ἐφ᾽ ᾗ ὁ τάφος τῆς πανσεβάστου δεσποίνης ἡμῶν Θεοτόκου· τοῦτο κἀκεῖνο· ἵνα μὴ μακρὸν ἀποτείνοιμι λόγον. Ὢ πῶς καὶ ἀπ᾽ αὐτῆς μόνης ἐπιμνήσεως ἁγιασμοῦ ἐστι μετάληψις! Ὢ πηλίκων καὶ φρικτῶν σεβασμάτων ἡ τῆς σῆς μακαριότητος ὑπάρχει κορυφή! Σὺ πρῶτος πατριαρχῶν, κἂν πεντάζοις τῷ ἀριθμῷ. Οὗ γὰρ ὁ ἐπίσκοπος τῶν ψυχῶν, καὶ τῶν ὅλων ἀρχιερεὺς καὶ ἐγεννήθη, καὶ ἔδρασε τὰ θεουργὰ πάντα, καὶ ἔπαθε, καὶ τέθαπται, καὶ ἀνέστη, καὶ ἔζησε, καὶ ἀνελήφθη· ἐκεῖ δηλονότι τὸ ὑπεραῖρον ἁπάντων ἀξίωμα. Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα πόθῳ καὶ τρόμῳ τετόλμηταί μοι λαλῆσαι· ἐπὶ δὲ τὸ ἕτερον τρέψομαι ἀπάγγελμα.

Διωγμὸς ἡμᾶς κατείληφεν, ὦ μακαριώτατε, καὶ διωγμῶν ὁ Ἑλληνοειδέστατος. Ἐπεὶ γὰρ ἤσθετο ὁ Σατανᾶς ἐν προθύροις εἶναι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Μείζους τῶν αἱρέσεων ἀνάπτει τὰς φλόγας, προεισόδια τῆς τοῦ Ἀντιχρίστου παρουσίας. Τί τοῦτο; τὴν πάλαι ἐπὶ Λέοντος καὶ Κωνσταντίνου διεγερθεῖσαν ἀσέβειαν, καὶ μανεῖσαν ἐπὶ πολὺ, καὶ ῥαγεῖσαν θείᾳ ἐπιτιμήσει, αὖθις ἄρτι ὁ ὁμώνυμος καὶ συνώνυμος τῇ ἀσεβείᾳ κρατῶν ἀνενεώσατο. Καὶ τοσοῦτον, ὡς ἀποκρύψαι τὴν ἐκείνων λύτταν. Διώκει τὸν Χριστὸν ἐγγεγραμμένον σὺν Μητρὶ καὶ θεράπουσι· καὶ οὖ ἂν εἶροι, καθαίρει, φλέγει. Ἐντεῦθεν θυσιαστήρια κατεσκαμμένα· ἱεροὶ ναοὶ ἡμαυρωμένοι· σκεύη ἱερὰ ἐμπεπρησμένα· οὐκ ἔστιν ὅτι μὴ ἐλλέλειπται μέρος τῆς ὑπ᾽ αὐτὸν βασιλείας ἐαθὲν ἀκαθαίρετον. Ἀλλ᾽ εἴ πως εὑρεθείη τις ἐγκεκρυφὼς σεπτὴν εἰκόνα, ἢ δέλτον περὶ αὐτῆς λεκτόν τι ἔχουσαν· ἀνάρπαστος εὐθὺς, μάστιξι καταξαινόμενος, καὶ πᾶν ἄλλο δεινὸν ὑφιστάμενος. Ἐντεῦθεν δείματα, καὶ τρόμοι, καὶ ἐκστάσεις περὶ πάντα ἄνθρωπον· ὡς καὶ χαίρειν λέγειν ἀδελφῷ ἀδελφὸν, καὶ φίλῳ φίλον, ἐκτρέπεσθαι. Σύνοδος κυροῦσα τὴν πάλαι ἀσεβεστάτην, καὶ καταναθεματίζουσα τὴν ὀρθόδοξον. Ἱερεῖς ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· ἀλλὰ τὸ τῷ Ἀχαὰβ δόξαν συνεκρότησαν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· πλὴν ὀλίγων κομιδῇ. Τίνων τούτων; ἐπισκόπων τε καὶ ἡγουμένων· μοναζόντων τε καὶ μοναζουσῶν· αὐτοῦ τε, χάριτι Θεοῦ, τοῦ κορυφαιοτάτου ἡμῶν ἀρχιερέως· ὧν οἱ μὲν ἐμαστίχθησαν· ἄλλοι ὑπερωρίσθησαν· ἕτεροι ἐφυλακίσθησαν. Ἔνιοι δὲ καὶ παραυτὰ τῶν ποινῶν πρὸς Κύριον ἐξεδήμησαν, ἀθλητικὸν στέφανον ἀράμενοι.

Τί τὰ τῆς βλασφημίας; Κωμῳδεῖται ἡ σεπτὴ καὶ φρικτὴ εἰκὼν Χριστοῦ, ὡς βδέλυγμα ἐρημώσεως, ὡς εἴδωλον πλάνης· οὕτως πᾶσα ἄλλη δεσποινικὴ, ἁγιωτική. Ἄρτι, φησὶ, καθαρὰ καὶ ἀμώμητος πίστις· ἄρτι, φησὶ, Κύριος ἐλάλησεν εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὀσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾽ αὐτόν. Ὡς ἤδη ἀρθείσης τῆς εἰρήνης, ἀφ᾽ οὖ Χριστὸς ἔφη· Εἰρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· μέχρι τοῦ δεῦρο· καὶ ἐῤῥυπωμένης οὔσης τῆς Ἐκκλησίας αὐτοῦ· ἣν ὁ ἱερὸς Παῦλος βοᾷ μὴ ἔχειν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ᾽ εἶναι ἁγίαν καὶ ἄμωμον. Οἱ μὲν τέλεον περὶ τὴν πίστιν ἐναυάγησαν· οἱ δὲ, εἰ καὶ τοῖς λογισμοῖς οὐ κατεποντίσθησαν, ὅμως τῇ κοινωνίᾳ τῆς αἱρέσεως συνόλλυνται. Ἀλλὰ γὰρ καὶ αὐτοὶ οἱ κατὰ νοῦν ὀρθοδοξοῦντες, τῇ ἐπιμονῇ τοῦ διωγμοῦ ἰλιγγιῶσι περὶ τὴν ἀλήθειαν· ὥσπερ οἱ ὑπὸ τρικυμιῶν θαλάσσης ἀπειρίᾳ πλεύσεως σκοτούμενοι. Ἐλεεινὰ τὰ πάντα ὑμῖν καὶ ὀδυρμῶν ἄξια. Παραστέλλονται ψαλμῳδίαι ἀρχαιοπαράδοτοι, ἐν αἷς περὶ εἰκόνων ἄδεταί τι· ἀντάδεται τὰ ἀσεβῆ νέα δόγματα εἰς προῦπτον κείμενα· ἄλλα τοῖς παισὶ πρὸς τῶν διδασκάλων παραδιδόμενα. Καὶ μεταστοιχείωσις τῶν ἁπάντων ἀθεωτάτη. Ἐγενόμεθα, κυρίως εἰπεῖν, ὡς Σόδομα καὶ Γόμοῤῥα κατὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ ἡ καταιγὶς τῆς αἱρέσεως κορυφουμένη κορυφοῦται ὁσημέραι· καὶ ὁ διαναστήσων Χριστὸν τὸν Θεὸν ἡμῶν ἐπιτιμῆσαι τῇ πονηρᾷ ταύτῃ θαλάσσῃ οὐχ εὕρηται.

Ἀλλὰ γενοῦ ἡμῖν εἷς τῶν δώδεκα ἀποστόλων, ὦ μακαριώτατε· διύπνισον τὸν ἀκοίμητον ὀφθαλμὸν οἰκονομικῶς καθεύδοντα· ὅτι ἀπολλύμεθα τέλεον. Εἰ πως καὶ ἄλλως ἐστί τι φάρμακον βοηθείας, ἰατρεῦσαι τοὺς ἠσθενηκότας· ὡς ἐπιστήμων ἐπείχθητι. Ναὶ, δεόμεθα, ἁγιώτατε ἀντιβολοῦμεν· παρακαλοῦμεν. Σοῦ ἐσμεν μέλη· ἐπεὶ οἱ πάντες πιστοὶ σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Ἐπίτρεψον καὶ τοῖς ἄλλοις ἁγίοις Πατράσιν ἡμῶν χεῖρα πρεσβευτικὴν ὀρέξαι· ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς ἔλεος εἴη παρὰ Θεοῦ. Τούτου δὴ χάριν τὸ γράμμα, καὶ ὁ γραμματηφόρος πρὸς πάντων τῇ προθέσει ἀπεσταλμένος· εἰ καὶ παρ᾽ ἡμῶν μόνων τῶν ἐλαχίστων ἀναπληρούντων τὸ ἐκείνων πρόσωπον. Ἵνα δὲ γνοίη ἐκ μέρους ἡ κορυφαιότης σου, οἷα τὰ τῶν ἀθέων δόγματα· συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις· ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς ὑφ᾽ ἑτέρων. Αἰτῶ δὲ παρὰ τῆς σῆς θεοσοφίας ἐπισκεφθῆναι· καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι· συγγνώμην τε τῶν ἐπωφλημένων δέξασθαί με· οὐ μὴν ἀλλὰ καὶ τὸν σύνδουλον ἡμῶν ἀδελφὸν συγκροτηθῆναι· πρός τε διάδοσιν τῶν ἐν οἷς ἐπεστείλαμεν ἑτέρων ἁγίων προσώπων ἐπιστολῶν· καὶ δὴ, Θεοῦ θέλοντος, εἰς ἐπιστροφὴν παλινοδίας αὐτοῦ τῶν ἐνταῦθα.

· Contents ·